1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα. Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ ∆αυῒδ, ὃς ἀποδυρόμενος ἔλεγε· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Εἴπω κἀγὼ ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες; Τί δὲ κωλύει καὶ εἰς μέσον τούτους παραγαγεῖν, κἂν ἐπὶ πολλῶν ὀλίγους; καὶ γὰρ τὸ μνημονεῦσαι αὐτοὺς ἁγιασμός ἐστι τῆς ψυχῆς. Ποῦ Εὐόδιος ἡ εὐωδία τῆς Ἐκκλησίας, καὶ τῶν ἁγίων ἀποστόλων διάδοχος καὶ μιμητής; ποῦ Ἰγνάτιος τὸ τοῦ Θεοῦ οἰκητήριον; ποῦ ὁ ∆ιονύσιος τὸ πετεινὸν τοῦ οὐρανοῦ; ποῦ Ἱππόλυτος ὁ γλυκύτατος καὶ εὐνούστατος; ποῦ Βασίλειος ὁ μέγας, καὶ μικροῦ δεῖν τῶν ἀποστόλων ἰσόῤῥοπος; ποῦ Ἀθανάσιος ὁ ἅγιος, καὶ πλεονέκτης τῶν ἀρετῶν; ποῦ Γρηγόριος ὁ δεύτερος θεολόγος, καὶ ἀήττητος στρατιώτης τοῦ Χριστοῦ, καὶ ὁ τούτου συνώνυμος; ποῦ Ἐφραῒμ ὁ πολὺς, ἡ παραμυθία τῶν ἀθυμούντων, ἡ παιδαγωγία τῶν νέων, ἡ χειραγωγία τῶν μετανοούντων, ἡ κατὰ τῶν αἱρετικῶν ῥομφαία, τὸ δοχεῖον τοῦ Πνεύματος, τὸ σκεῦος τῶν ἀρετῶν; Ὁρᾷς πόσον τὸ μέσον, καὶ πόση διαφορὰ ἐκείνων τῶν μακαρίων καὶ ἁγίων ἀνδρῶν παρὰ τῶν νῦν; Οἶδα καὶ ἄλλους θεοφόρους διδασκάλους, ἀλλὰ ἀρκεῖ πρὸς τὸ παρὸν τέως. Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται, ἔθηκαν ὑπὲρ τῶν προβάτων· οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυγον· ἐκεῖνοι δυνατοὶ καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ· οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶ ἵππων καὶ ἡμιόνων, καὶ ἀρουρῶν καὶ ποιμνίων, καὶ μαγείρων καὶ λαμπρᾶς τραπέζης. Πολὺς ὁ λόγος ἐν αὐτοῖς περὶ τούτων καθ' ἑκάστην ἡμέραν καὶ νύκτα· περὶ δὲ τῆς λογικῆς ποίμνης λόγος οὐδεὶς, περὶ ἧς λόγον ἀπαιτηθήσονται ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως. Εἶτα ἐάν τις ἐρωτήσῃ αὐτοὺς περὶ βιβλίων, ἀποκρίνονται λέγοντες· Πτωχός εἰμι, καὶ οὐκ εὐπορῶ βιβλία κτήσασθαι. Εἶτα προσέρχονται οὐχ ὡς πτωχοὶ, ἀλλ' ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάντια κεκτημένοι ἁδρὰ, καὶ τραχήλους ὡς παρασίτων ταύρων, μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγείρων· τὰ μὲν αἰσχρόν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδραπόδων. Ὢ βαθείας αἰσχύνης· ὢ τῆς κακῆς εὐπορίας! ὢ πικρᾶς φιλαργυρίας! ὢ τῆς ἀπληρώτου γαστρός! Λοιπὸν ἐκεῖθεν σκάνδαλα, ψιθυρισμοὶ, ὀνείδη, λοιδορισμοὶ, θόρυβοι. Εἶτα ἐγκαλούμενοι ἀποκρίνονται· Οὐκ ἀδικῶ τινα, ἐξουσίαν ἔχω τῶν ἐμῶν χρημάτων. Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγάδες. Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαρ 59.561 γυρίας! Ἐκ τοῦ πλούτου βούλεσθε σωθῆναι; Ἀλλ' Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλίδος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς βασιλείαν τοῦ Θεοῦ. Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, ὅτι Μακάριοι οἱ πτωχοί· καὶ πάλιν, Οὐαὶ ὑμῖν τοῖς πλουσίοις· καὶ, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς. Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ. Οὐ γὰρ ἀγνοεῖτε, ὅτι ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· ὑμεῖς δὲ καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν προβάτων, ἀρχιερεῖς καὶ ἱερεῖς, καὶ διάκονοι, ἕκαστος καθὼς ἐπιστεύθη. Ἀλλ' ὁρᾶτε, μὴ ἐπιλάθεσθε τῶν ταλάντων. Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ