8
κατελθὼν οὖν ὁ Ἡρακλῆς καὶ θέλων λαβεῖν τὸν Πειρίθουν, αὐτὸν μὲν ἀνείλκυσεν, αἱ δὲ πυγαὶ αὐτοῦ προσέμειναν τῇ πέτρᾳ. ἐκλήθη οὖν ὁ Πειρίθους ἄπυγος. Ἡ δὲ κατὰ τοὺς μελαμπύγους ἐστὶν αὕτη. δύο τινὲς ἀδελφοὶ κατὰ γῆν πᾶσαν ἀδικίαν ἐνδεικνύμενοι ἐλέγοντο Κέρκωπες, ἐκ τῆς τῶν ἔργων δριμύτητος τὴν ἐπωνυμίαν λαχόντες. ὁ μὲν γὰρ αὐτῶν ἐκαλεῖτο Πάσσαλος, ὁ δὲ ἕτερος Ἀκλήμων, ὥς φησι ∆ιὸς ὁ ὑπομνηματιστής. τούτους δὲ ἡ μήτηρ, Μέμνωνις τῷ ὀνόματι, ἑωρακυῖα κατὰ γῆν πολλὰ δεινὰ ἐργαζομένους, εἶπεν αὐτοῖς, Μὴ περιτυχεῖν μελαμπύγῳ. καί ποτε τοῦ Ἡρακλέους ὑπὸ δένδρον κοιμωμένου καὶ τῶν αὐτοῦ ὅπλων ἐπικεκλιμένων τῷ φυτῷ, πλησιάσαντες οὗτοι τοῖς ὅπλοις ἐπιχειρῆσαι ἠβουλήθησαν. εὐθὺς δὲ ὁ Ἡρακλῆς αἰσθόμενος, λαβὼν αὐτούς, καὶ κατακέφαλα ἐπὶ ξύλῳ δεσμεύσας ἐβάστασεν. καὶ τότε ἐκεῖνοι τῆς ἐντολῆς τῆς ἑαυτῶν μητρὸς ἐμνήσθησαν, ἑωρακότες κρεμάμενοι τοῦ Ἡρακλέους τὴν πυγὴν μέλαιναν ἐκ τῆς τῶν τριχῶν δασύτητος. καὶ πρὸς ἀλλήλους αὐτὸ τοῦτο διαλεγόμενοι, γέλωτα πολὺν προσῆψαν τῷ Ἡρακλεῖ. καὶ εὐθὺς αὐτοὺς τῶν δεσμῶν ἐλυτρώσατο καὶ ἀπέλυσεν. 4.40 Τεσσαρακοστή ἐστιν ἱστορία ἡ κατὰ τὸν σεμνὸν Πᾶνα. ἔστι δὲ αὕτη. Πηνελόπη γυνὴ γέγονε τοῦ Ὀδυσσέως. τούτου πλανωμένου τὴν πλάνην ἣν ἐπλανήθη μετὰ τὸν Τρωϊκὸν πόλεμον, πολλοί τινες ἦλθον μνηστευσόμενοι τὴν Πηνελόπην. ἡ δὲ ἡμέραν ἐξ ἡμέρας ἀνεβάλλετο μηδενὶ θέλουσα γαμηθῆναι διὰ τὸ περιμένειν τὸν Ὀδυσσέα. πάντες οὖν φραξάμενοι συγγεγόνασιν αὐτῇ, καὶ ἐγκυμονήσασα, ἔτεκε τὸν Πᾶνα. διὸ καὶ Πὰν καλεῖται, ὅτι ἐκ πάντων ἐσπάρη. τοῦτον δὲ ἐθεοποίησαν. οὗτος δέ ἐστιν ὁ Πὰν ὁ τραγόπους. 4.41 Τεσσαρακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Βουθοίναν. ἔστι δὲ αὕτη. Ὁ Ἡρακλῆς ἐστιν ὁ καλούμενος Βουθοίνας. ἐκλήθη δὲ διὰ τοιαύτην αἰτίαν. τὴν ∆ρυόπιδα γῆν παρῄει ὁ Ἡρακλῆς, βαστάζων καὶ τὸν υἱὸν αὐτοῦ Ὕλλον. εἶτα πεπεινακότος τοῦ Ὕλλου καὶ αἰτοῦντος τροφήν, ἀροτριῶντά τινα Θειοδάμαντα λεγόμενον ᾔτησεν ὁ Ἡρακλῆς ἄρτον. ὁ δὲ οὐ δέδωκεν, ἀλλὰ καὶ ὕβρισεν. εἶτα ὁ Ἡρακλῆς ἕνα τῶν ἀροτριώντων βοῶν λαβὼν ἔσφαξε, καὶ ἐθοινήθη καὶ αὐτὸς καὶ ὁ υἱὸς αὐτοῦ. καὶ ἐκλήθη διὰ τὴν αἰτίαν ταύτην Βουθοίνας, ἐπειδὴ ὅλον ἐθοινήθη τὸν βοῦν. ἔνθεν τῷ Ἡρακλεῖ γέγονεν ὁ πρὸς τοὺς ∆ρύοπας πόλεμος. τοῦ γὰρ Θειοδάμαντος ἀνελθόντος εἰς τὴν πόλιν, καὶ εἰπόντος ὡς Πολέμιος ἦλθεν ἐν τῇ χώρᾳ (λέγων περὶ τοῦ Ἡρακλέους), ἐξῆλθον κατ' αὐτοῦ. καὶ νενίκηκε πάντας ὁ Ἡρακλῆς. 4.42 Τεσσαρακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὸν Τριέσπερον. ἔστι δὲ αὕτη. Λέγεται ὁ Ἡρακλῆς διὰ τριῶν ἑσπερῶν κυηθῆναι καὶ τεχθῆναι, καὶ τοιαῦτά τινα μυθεύουσι περὶ αὐτοῦ. ὁμοίως δὲ λέγουσιν αὐτὸν τοῦτον τὸν Ἡρακλέα ἐν μιᾷ νυκτὶ πάσαις ταῖς Θεστίου θυγατράσι μιγῆναι, καὶ παιδοποιῆσαι ἐξ αὐτοῦ πάσας, ὥστε καὶ διὰ ταῦτα καὶ θεοποιῆσαι αὐτὸν καὶ τοῦτο τὸ τρισκαιδέκατον ἆθλον αὐτοῦ ὀνομάσαι. 4.43 Τεσσαρακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Εἰδωλιανὸν καὶ Καυσίταυρον καλεῖσθαι τὸν Ἰουλιανόν. ἔστι δὲ αὕτη. Ἐπειδὴ Ἰουλιανὸς τὸ τῶν Χριστιανῶν ὄνομα εἰς Γαλιλαίους μετέθηκε, νῦν βούλεται ὁ θεῖος Γρηγόριος διαπαῖξαι καὶ εἰπεῖν ὅτι Ἐξὸν καὶ ἡμῖν τὸν Ἰουλιανὸν καλεῖν ἐκ τῶν περὶ αὐτὸν ὀνομάτων. φησὶν οὖν, Καλέσωμεν αὐτὸν Εἰδωλιανὸν ὡς εἰδωλολάτρην, καὶ Πισαῖον ὡς τὸν ἐν Πίσῃ ∆ία τιμῶντα. Ζεὺς δὲ ἐν Πίσῃ τῇ πόλει ἐτιμᾶτο (Πίσα δὲ πόλις τῆς Ἤλιδος). φησὶν οὖν δεῖ καλεῖν τὸν Ἰουλιανὸν Πισαῖον ὥσπερ τὸν ∆ία, καὶ Ἀδωναῖον διὰ τὸν Ἄδωνιν. λέγεται δὲ σεβασθῆναι τὸν Ἄδωνιν ὁ Ἰουλιανός. οὗτος δὲ ὁ Ἄδωνις ἠράσθη ὑπὸ τῆς Ἀφροδίτης, ἄνθρωπος ὤν. ἐφονεύθη δὲ ὑπὸ τοῦ Ἄρεως διὰ τὸ ἀντερασθῆναι τὸν Ἄρεα τῆς Ἀφροδίτης. Καυσίταυρον δὲ δεῖ, φησί, καλεῖν τὸν Ἰουλιανὸν διὰ τὸ ταύρους ὁλοκλήρους θυσιάζειν καὶ καίειν θεοῖς. 4.44 Τεσσαρακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν κερδαλῆν. ἔστι δὲ αὕτη. Κερδὼ καλεῖται ἡ ἀλώπηξ. ἔνθεν καὶ κερδαλῆ ἡ πονηρία καὶ ἡ δολιότης. δόλιον γὰρ καὶ πονηρὸν τὸ ζῷον τοῦτο ἡ ἀλώπηξ. Ὁ δὲ Μίνως δίκαιος ἄνθρωπος ἐνομίζετο, ὡς υἱὸς