νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου, εἰσοι κίζεται ταῖς ψυχαῖς· περὶ οὗ τὸ, ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ Νότου. ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστε ρά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. Ἀναγκαίως ἡ τοῦ μοί προσθήκη τοῦ ἄνοιξον· ἔστι γὰρ καὶ ἀντικειμέναις δυνάμεσιν ἀνοῖξαι· ὡς περὶ ὀχληρᾶς δὲ τῆς δρόσου λέγειν δοκεῖ, ὡς καὶ περὶ τῶν τῆς νυκτὸς ψεκάδων· ἀνάπαυλαν γὰρ ἔοικεν ἀπὸ τού των ἐπιζητεῖν. Ἀκόλουθα ταῦτα τοῖς πρώτοις· μετὰ γὰρ τὴν ἀνάστασιν εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· καὶ καλεῖ τὸν Θωμᾶν, καὶ δι' αὐτοῦ πᾶσαν ἄπιστον ψυχὴν, ἀνοῖξαι τὴν ἰδίαν καρδίαν καὶ τὴν τῆς ἀναστά σεως χωρῆσαι πληροφορίαν· καλεῖ δὲ αὐτὸν τελείαν εἰπόντα, ὁ Κύριός μου καὶ ὁ Θεός μου· ἡ δρόσος δὲ δηλοῖ τὴν κατὰ τὸν ὄρθρον ἀνάστασιν, ὅτε κάτεισι δρόσος. Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἡνίκα ἔφθασεν ἡ νύμφη τὸ κλεῖθρον, ὥστε τὴν ψυχὴν ἀναπετάσαι τῷ λόγῳ, τότε μόνην τὴν χεῖρα καί τινας ἑαυτοῦ δείξας πράξεις παρελήλυθεν, ὡς μη δέπω τὸ πλέον εἰς θέαν χωρούσης τῆς νύμφης· ἅμα δὲ καὶ οἰκονομεῖ πλέον αὐτῆς ἐπιτεῖναι τὸν ἔρωτα· ἐξέρχεται καὶ ἐκδημεῖ τοῦ σώματος ἡ ψυχὴ διὰ τὸν τοῦ νυμφίου λόγον ἔχουσα ἐν οὐρανῷ τὸ πολί τευμα. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Συνεχῶς ἡ ψυχὴ τὸν νυμφίον λόγον ἐπιζητεῖ· καὶ εὑροῦσα πάλιν ἑτέροις ἀποροῦσα ζητεῖ· κἀκεῖνα θεωρήσασα ποθεῖ τὴν ἑτέρων ἀποκάλυψιν· καὶ τυ χοῦσα τούτων, ἐπ' ἄλλοις εὔχεται τὸν νυμφίον ἐπι δημεῖν. Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμέ νος ἀπὸ μυριάδων. Ἢ λευκὸς ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν. Κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα παραβάλλονται ταῖς τῶν φοινίκων ἐλάταις, ἅς φασιν ἀντὶ σπέρματος εἶναι ταῖς θηλείαις φοίνιξιν, ὥστε καρπὸν φέρειν 17.276 ἐδώδιμον· διὰ δὲ τὴν βαθύτητα τῶν ὥσπερ ἐκφυέντων ἀντὶ τριχῶν λογισμῶν, μέλανες ἐπαινετῶς ὀνομάζον ται, τῷ τοῦ νυμφίου συμβαλλόμενοι κάλλει· τὸ δὲ ὡς κόραξ, οὐχ ἁπλῶς οἶμαι διὰ τὸ χρῶμα· σύμβολον δὲ τῶν βαθυτάτων εἶναι καὶ πεπληρωμένων σκοτεινοῦ ὕδατος ἐν νεφέλαις ἀέρων· περὶ ὧν εἶπεν ὁ Ἰώβ· Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ δὲ αὐτοῦ πρὸς Κύριον κεκράζονται· ἡτοίμασε γὰρ τοῖς βαθυτέροις τὸν νοῦν, πολλὴν τροφὴν ὁ Θεὸς, ὧν οἱ μαθηταὶ νεοσ σοὶ εὐχαῖς σχολάζοντες, πρὸς Κύριον κεκράγασιν· πλανώμενοι καὶ ζητοῦντες τὰ ἐν αὐτοῖς ἐπαπορου μένοις ὑπ' αὐτῶν σιτά. Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον· διὰ μὲν τὴν πληρό τητα τῆς εὐωδίας τῶν καλῶν ἔργων καὶ λόγων, ἐοι κότας φιάλαις τοῦ ἀρώματος· διὰ δὲ τὸ ἐῤῥιζωμένον ἐν αὐταῖς ποικίλον ἐν πάσῃ συνθέσει γραφῆς λόγον ἀεὶ καρποφοροῦντας μυρεψικόν. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπ φείρου. Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστη ρίων, τουτέστιν οἱ κοῖλοι πρὸς ὑποδοχήν· πυξίον δὲ, οἱ πρὸς διατήρησιν ἐπιτήδειοι· κατὰ δὲ τὸ λαμπρὸν καὶ σαφὲς ἐλεφάντινον εἶναι λέγεται· ἡ δὲ τοιαύτη κοιλία, τὸ πύξιον τὸ ἐλεφάντινον, ἐπιβέβληκε λίθῳ σαπφείρῳ, ὅς ἐστι Χριστός· ὅσοι οὖν εἰσι κοιλία τοῦ λόγου, οὗτοι ἀπὸ τοῦ φόβου Κύριον ἐν γαστρὶ λαμβά νουσι, καὶ τίκτουσι πνεῦμα σωτηρίας· διὰ τοῦτο καὶ ἡ κοιλία τῆς θυσίας ἐν τῷ Λευιτικῷ πλύνεται, ὡς μη δὲν ἔχειν κοπρῶδες. ΚΕΦΑΛΑΙΟΝ ʹ. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι. Ὅσον πλησίον γίνεται τοῦ νυμφίου, κρείττοσιν ἀπεικάζεται· τῷ γὰρ καλὴ καὶ ὡραία καὶ πλησίον, προσέθηκε τὸ ὡς Ἱερουσαλήμ· καὶ καταπληκτικὴν δὲ τὴν τετελειωμένην φησὶν Ἐκκλησίαν· πῆ μὲν, ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν, οὐ δυναμέναις ἐνατενί ζειν τῷ κάλλει τοῦ προσώπου αὐτῆς· πῆ δὲ καὶ ταῖς ὑποδεεστέραις αὐτῆς, ἐοικυίαις ταῖς τεταγμέναις ἐν