Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου δεδωκέναι μοι τὴν ὀσμὴν, νῦν φημι τὸν ἀδελφιδοῦν μου πνέειν στα κτῆς οὐ διαχεομένης, οὐδ' ἔξω πνεούσης· ἀλλ' ἀποδε δεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης· ἀδελ φὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν Ἐκκλη σία, ἐπείπερ ἐξ αὐτοῦ τὸ κατὰ σάρκα ἦν ὁ Χριστὸς, υἱὸν κέκληκεν ἀδελφοῦ καὶ νυμφίου· τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος πατράδελφον, λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸν πάλαι λαόν· ἐπεὶ ἐκ τοῦ παρ' ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή· τού του τοίνυν οὕτως ἀποδεδομένου τῆς νύμφης πατρὸς, ἀδελφὸς ὁ Σωτὴρ ὁμοίως ἐκείνοις ὑπὸ νόμον γενό μενος. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανώτερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη· καὶ διὰ τῶν περιστε ρῶν αὐτῆς ὀφθαλμῶν αἰσθέσθαι τῆς ἐν τῷ κάλλει τοῦ λόγου καὶ ὑπεροχῆς· τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυ τῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας· λέγει οὖν Παῦλος, Τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστι· διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα· διὰ δὲ τοῦ μέλη Χριστοῦ, τοῦ νυμφίου· σύσκιον δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων· ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι. ΚΕΦΑΛΑΙΟΝ Βʹ. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρ πός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενε στέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν 17.261 πλησίον αὐτοῦ ἄλλαις θυγατράσι ταῖς λοιπαῖς ψυ χαῖς, αἵτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελ φιδοῦς μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ ἐν τῷ λάρυγγί μου. Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐ τόν· τοὺς παρ' αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερ βολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐ τοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα· ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταί ρους λέγει οὓς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν· λέγει δὲ καὶ Ἱε ρεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου σκιᾶς; Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι δι' ἐσόπτρου καὶ αἰ νίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἕως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται. Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου. Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησὶ τοὺς ἁγίους ἀγγέλους ἢ