Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Ἡ Ἐκκλησία τῇ ὡραιότητι καὶ τῷ κάλλει ἐνορᾷ τοῦ Χριστοῦ· δυναμένη τῇ πλείονι προκοπῇ κατανοεῖν αὐτοῦ τὴν θεότητα· καθὸ πάντα δι' αὐτοῦ ἐγένετο· εὐφραινόμενος δὲ ἐπὶ τῇ δυνάμει τῶν ὀφθαλμῶν, τῆς εἴτε Ἐκκλησίας εἴτε νύμφης τοῦ λόγου ψυχῆς· πτεροῖς αὐτὴν λογικοῖς ἀποστραφῆναι κελεύει πρὸς τὸ μετέω ρον· ὡς ἂν ἐπ' ἄκρον ἔλθοι τῆς τελειότητος, ὡς ἂν κἀκείνη βλέπῃ τοῦτον ἐπτερωμένον, καὶ μηκέτι συγ καταβαίνοντα δι' αὐτὴν, καὶ δύνηται λέγειν, εἰ καὶ 17.277 ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· τῇ σῇ τοίνυν συνανέβη προκοπῇ, φησὶν, χωρησάσης σου ἐνορᾷν, καὶ μηκέτι περαιτέρω τῆς οἰκονομίας ζητεῖν. Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβη σαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Εἴρηται δεύτερον ταῦτα τῇ νύμφῃ, πρότερον οἶμαι τοιαύτῃ φανείσῃ κατὰ τὸ ἐνδεχόμενον, ἡνίκα ἔτι ἐν τῷ βίῳ τούτῳ ἐτύγχανεν· δεύτερον ὁπότε ἦλθεν ἐπὶ τὴν τελειότητα· διὸ καὶ νῦν μόνον παρῃνίξατο· Ὀδόν τες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· κατὰ δὲ τὸν Ἀκύλαν καὶ Σύμμαχον, ὀδόντες σου ὡς ἀγέλαι τῶν προβάτων, ἢ, τῶν ἀμνάδων· καὶ ἔπρεπεν εἰρῆσθαι ταῦτα ἐπὶ τῆς τελειότητος· ὡς εἶναι τὸ ἀπὸ τοῦ λου τροῦ οὐκ ἔτι προτέρου, ἀλλὰ τοῦ δευτέρου· διδυ μεύουσαι δὲ τάχα, ὡς τρεφόμεναι τῇ τῶν νοητῶν καὶ αἰσθητῶν θεωρίᾳ· καὶ ὡς μηδεμίαν ἄγονον εἶναι τῆς περὶ οὑτινοσοῦν λόγου τροφῆς. Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλ λακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου. Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι· οὐ τῷ μὴ ὑποπίπτειν ἀριθμῷ, ἀλλὰ τῷ ἀξίας αὐτὰς εἶναι ἀρι θμηθῆναι· καὶ τάχα τῆς αὐτῆς διανοίας ἔχεται, τῇ ἐνταῦθα διαφορᾷ τῶν νεανίδων τῶν κοινωνουμένων ὑπὸ Χριστοῦ, καὶ τὰ παρὰ Ἀποστόλου λεγόμενα περὶ ἀναστάσεως νεκρῶν, λόγῳ τάγματα φάσκοντι· ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνά στασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι· ὁ γὰρ ἑκάστου βίος καὶ λόγος καὶ διάθεσις ποιήσει προκριθῆναι ἑκάστου κατ' ἀξίαν. Μὴ θαύμαζε, εἰ ὁ νυμφίος ἦν ἔχων καλὴν νύμφην, καὶ τάχα δευτέραν καὶ τρίτην καὶ πλείονας· ἐὰν νοή σῃς αὐτοῦ καὶ τὰς νύμφας, οὐ φοβηθήσῃ λέγειν ἀπὸ τοῦ Ἄσματος· Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου· λόγος ἐστὶν ὁ νυμφίος· λογικὸν ζῶον ἡ νύμφη· ἐὰν νοήσῃ ψυχὴ καὶ λάβῃ ὁ νυμφίος τὴν νύμφην· ἀλλ' ἐπεί ἐστιν ὁ λόγος οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ δια φόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά· ταῖς δὲ βασιλικαῖς μὲν, ὑποδεεστέ ραις δὲ, διὰ τοῦτο ἑξήκοντα βασίλισσαι· ἑτέραις δὲ ψυχαῖς κοινωνεῖ παιδαγωγουμέναις φόβῳ Θεοῦ· αὗταί εἰσιν αἱ παλλακίδες· εἰσί τινες καὶ ἄλλαι ψυχαὶ ὑπο δεέστεραι, ἐλάττονα φόβον ἔχουσαι· αὗταί εἰσιν αἱ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὁ νυμφίος τοίνυν καὶ ἐνθάδε καλὰς καὶ δυναμένας αὐτῷ εἶναι καὶ κοινω νοὺς, ἐξῆλθεν ἀπὸ τοῦ παστοῦ τοῦ ἐπουρανίου, κοι νωνεῖ ἀγγέλοις καὶ ἀρχαγγέλοις, αἵ τινές εἰσιν αἱ νύμφαι τοῦ λόγου, καὶ θρόνοι καὶ κυριότητες. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤν θησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου 17.280 σοί· γῆ ἐστιν ὡς ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάβ. Κατά τι παράδειγμα οἱ δίκαιοι καρύαι εἰσὶ, φέ ροντες καρπὸν διὰ τὴν πρὸς Θεὸν θεραπείαν ἱερατι κὴν, διὰ τὸ ἕρκος ἔχειν περὶ αὐτά· ὁ μέν τι πικρὸν καὶ χολῶδες, ἕτερον δέ τι σκληρὸν τῶν πειρασμῶν· ἀλλὰ καὶ χειμάῤῥους ὁ πειρασμὸς λέγοιτο· κατὰ τὸ, χειμάῤῥους διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἠβουλήθη τοί νυν ἡ νύμφη καταβᾶσα εἰς τὸν κῆπον τῆς καρύας, τουτέστιν ἐκπεσοῦσα τὰ παραδείσου πρὸς τὴν