Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν ἡδὺν ἀναπέμπουσιν, εὐφραίνοντα τὰς τῶν μακαριζόντων ἀναπνοάς. ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβη σαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. ∆ιδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τερητῆς καὶ πνευματικῆς. Ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα. Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ ὡς κερδῆσαι τὸν ἀκροατὴν δυναμένη, ἢ καὶ τὸ ἔναιμον 17.272 καὶ ζωτικὸν δηλοῖ τῶν διὰ τοῦ χείλους ἐξιόντων ῥη μάτων, οἱωνεὶ βαπτομένων ἐν τῇ ἀληθινῆ πόσει τοῦ αἵματος τοῦ Χριστοῦ. Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, τὸν ἀπὸ τῆς σιωπῆς· ἐπισταμένης τῆς νύμφης καιροὺς λαλιᾶς ὡραίας καὶ ἐπαινουμένης σιγῆς· καὶ ἐπεὶ πιστὸς πνοῇ κρύπτει πράγματα καὶ ἡ νύμφη ἐν τῷ βάθει κρύπτει τὰ θεωρήματα τοὺς οἱονεὶ κόκκους τῆς ῥόας ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι σεσωματοποιημένον ἐν τῷ ἡγεμο νικῷ· διὸ ἐπήγαγεν· Ἐκτὸς τῆς σιωπήσεώς σου· δη λῶν τὰ σιωπώμενα δόγματα ὡς κόκκους ῥόας ὑπὸ τὸ λέπυρον αὐτῆς. Ὡς πύργος ∆αυῒδ τράχηλός σου, ὁ ᾠκοδομημένος ἐν Θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. Ἀκύλας τὸ Θαλπιὼθ ἐπάλξεις ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, ὕψη· ᾧ ἀκολουθεῖ τὸν ὑπὲρ τὰς ἐπάλξεις πύργον εἶναι τὴν σοφίαν, ἧς ὁμοίως ἤρτηνται θυρεοὶ μὲν τὰ πεπιστευμένα δόγματα, ἅπερ εἶπεν ἑνικῶς ὁ Ἀπόστολος θυρεὸν πίστεως· βολίδες δὲ τῶν δυνατῶν, οἱ δυνατῶς ἀνατρέποντες λόγοι τῶν ἐναντίων τῆς ἀληθείας τὴν πιθανότητα· ἀντὶ δὲ τοῦ ἐπάλξεις, ἐν τολὰς ἐκδέδωκεν ἡ πέμπτη ἔκδοσις, τὸν νοῦν μᾶλ λον ἢ τὴν λέξιν ἑρμηνεύουσα· μὴ προαποκειμένων γὰρ ἐντολῶν, οἰκοδομηθῆναι τὴν ἀψευδῆ γνῶσιν ἀδύ νατον. ∆ύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. Τὸ ἡγεμονικὸν, ὡς ἐπὶ νύμφης μαστοί· ὅπερ ἐστὶν ὀξυδερκέστατον· διὸ παρείκασε δύο νεβροῖς δορκάδος νεμομένοις ἐν ὡραίοις τόποις καὶ εὐώδεσι· σημαίνων τά τε νοητὰ καὶ αἰσθητά· νεβροὺς δὲ, ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ τὸ τέλειον ἔλθῃ, καταρ γοῦμεν τὴν νηπιότητα· ὅταν ὁ καύσων τοῦ παρόντος βίου παύσηται, καὶ καιρὸς τῆς ἀναψύξεως ἐπιστῇ, λυομένης καὶ τῆς σκιᾶς· σκιὰ γάρ ἐστιν ὁ παρὼν βίος· τότε γὰρ ὡς τέλειοι, ἀλλ' οὐχ ὡς νεβροὶ νεμη θησόμεθα. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρ δίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐν θέματι τραχήλου σου. Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορ μᾶσθαι τῷ τραχήλῳ τῆς νύμφης· εἰ δὲ ὡς δύο νεβροὶ δορκάδος ἔμειναν οἱ μαστοὶ τῆς νύμφης, τὸ τί ἐκαλ λιώθησαν; οὐκ ἂν ἐῤῥέθη θαυμαστικῶς περὶ τοῦ, ὡς ἔφην, διανοητικοῦ, ἀλλὰ καὶ τὸ διπλοῦν τοῦ θαύματος, τὴν αὔξησιν τοῦ κάλλους ὑπέδειξεν· ὁποῖον τὸ ἐκαρ δίωσας ἐκ δευτέρου ῥηθέν· ἱμάτια δὲ τῆς νύμφης, οἱ ἐνδεδυμένοι Χριστὸν Ἰησοῦν, σπλάγχνα οἰκτιρμῶν καὶ χρηστότητα καὶ ταπεινοφροσύνην· χείλη δὲ οἱ διδάσκαλοι· καὶ κηρία μέλιτος λόγοι καλοί· εἰργάσαντο δὲ κηρίον καὶ μέλι προφῆται καὶ ἀπόστολοι. Κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. ∆εύτερον, τὸ κῆπος κεκλεισμένος ἐῤῥέθη, τὸ μὲν ἐπὶ προκόπτοντος, τὸ δὲ ἐπὶ τελείου, ὅτε τὸ ἡγεμο 17.273 νικὸν αὐτοῦ καθοραθὲν, τῇ τῆς θεολογίας σφραγίδι τετύπωται· ἢ καὶ νῦν μὲν ἡ νύμφη κῆπός ἐστιν κε κλεισμένος μόνον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ τὴν τελειότητα καὶ τὸ βέβαιον, καὶ πηγή ἐστιν ἐσφρα γισμένη. Παντὶ γὰρ τῷ ἔχοντι δοθήσεται καὶ πε ρισσευθήσεται· νῦν μὲν οὖν ἡ Γραφὴ κῆπον εἶναι ἁπλῶς· ἀλλαχοῦ δὲ ὡς περὶ ἑτέρου, καὶ τὸ λαχανείας προστίθησιν. Ἐξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ἔοικεν ἐπιτιμᾷν ἡ νύμφη τῷ Βοῤῥέᾳ, τὴν ἐξουσίαν λαβοῦσα παρὰ τοῦ ἐπιτιμήσαντος τῷ ἀνέμῳ