Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθεντο φυλάκισσαν, εἶτα ἐμαχέσαντο· μαχε σάμενοι δὲ πρῶτον ἐπιτηδείαν ἐποίησαν τοῦ τεθῆναι ἐν ἀμπελῶσιν εἰς φυλακήν ... Μωϋσῆς δὲ οὗτος, καὶ οἱ προφῆται, ὧν ἕκαστος ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριος· .. καὶ ἀμπελὼν ἐν οἷς τις γενόμενος, καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς ἐκ Σοδόμων ὑπάρχουσαν ἀμπελῶνα, τῷ παρόντι κέχρη ται λόγῳ. Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. Τὸ πολυθρύλλητον δὲ παρ' Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ 17.257 Γνῶθι σαυτόν· καθ' ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ κατ' εἰκόνα Θεοῦ φυλάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν, καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι, τοὺς σκαιοὺς ἐρίφους ποι μαίνουσα. Ποιμανεῖς δὲ αὐτοὺς ἐπὶ τοῖς τῶν ποιμέ νων σκηνώμασιν, ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου οἷα δή τις ἀλῆτις· μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπιστρέψειας γνῶσιν· ἁρμόσει δὲ καὶ πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος· γινώσκει δέ τις ἑαυτὸν, εἰδὼς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν· καὶ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται· ἢ τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθανόμε νος· εἰ δὲ καὶ μήπω ἔλαβεν ἢ τετελείωται, ἢ προσ εγγίζει τοῖς ὁρίοις τοῦ κάλλους· ἔργον δὲ καὶ τὸ ἀφιστάνειν ἑκάστῃ πράξει ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ λόγῳ· γυναῖκας δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει· ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως, γένοιτ' ἂν κλυδωνιζομένη καὶ περιφερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων· καὶ πανταχοῦ μᾶλλον ποιμαίνειν τὰς ἰδίας σκαιὰς ἐρίφους ἢ παρὰ τῷ καλῷ ποιμαίνει λόγῳ· αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ μηδέποτε λεία λοιπὸν ἤδη ἐν γυναιξίν ἐστι καλὴ, συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλλίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς Ἐκκλησίας γυναῖ κες, τῶν ἐθνικῶν ψυχῶν ἀσυγκρίτως ἀμείνους πορευο μένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμε ων, γυναικῶν λεγομένων, ἀλλ' οὐ παρθένων· πῶς γὰρ οὐκ ἀμείνων, ἡ πρὸς τὸν κτίστην τὸν σαυτῆς ἀναβλέ ψασα; ὅμοιον δὲ τὸ Ἔξελθε, τῷ παραδοθῆναι τῷ Σα τανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς ἀφορισθέντα τῆς Ἐκ κλησίας· μετὰ τὸ καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ. Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος; Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλησίαν νύμφης ὁ Παῦ λός φησιν· ἧς οἱονεὶ πρόσωπον, οἱ τῷ κάλλει τῶν λοιπῶν διαφέροντες, αἰσχρὸν οὐδὲν ἐννοοῦντες· τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ, οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ, τοσοῦτον μετέβαλον ὡς εἰρῆσθαι τῇ νύμφῃ· Τί ὡραιώθησαν σιαγόνες σου, μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα; τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ ἡ τρυγὼν γὰρ ἑνὶ μόνῳ συνέρχεται. Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στι γμάτων τοῦ ἀργυρίου. Τοῦτο δὲ, Οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος· - ὀλίγα δὲ ἐν ἀποῤῥήτῳ παρὰ τῶν προφητῶν λεγό μενα καὶ τῶν πάλαι σοφῶν· -ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπε σὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ. Καὶ μετὰ ταῦτα. Τότε γὰρ οἱ σύμμορφοι γενόμενοι τῆς ἀναστάσεως αὐτοῦ, παραλήψονται αὐτοὶ ἀνθομοιωμάτων χρυ σόν· πληθυνθήσονται γὰρ τῷ ἀργυρίῳ καὶ τῷ χρυσίῳ. 17.260 Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. Τὴν γὰρ τοῦ νυμφίου φησὶν φησὶν ὀσμὴν ἡ ἐμὴ νάρδος ἐν ᾗ αὐτὸν ἤλειψα, δέδωκε· τῇ γὰρ ἑαυτῆς νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν ἀπομά ξασα, μεταπεποιημένην ἐκ τῆς ὀσμῆς τοῦ νυμφίου ταύτην ἀνέλαβεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ τὴν κεφαλὴν ἐλθούσης Ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν· διόπερ ὡς ἀπὸ τῶν χρωτῶν Ἰησοῦ τὴν