Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν τοῖς ὄρεσι τῶν κοιλωμάτων, ἀπόστρεψον λέγουσα, ἐκ τοῦ ἐν μορφῇ ὑπάρχειν Θεοῦ· καὶ ἀνάλαβε ταῦτα διὰ τὴν ἀγάπην τὴν πρὸς ἐμὲ τοῖς ἀνθρώποις ἐπι δημῶν· ὧν οἱ πλείους διὰ τὴν κακίαν ἐν κοιλώμασι διατρίβουσιν· ὄρη δὲ κοιλωμάτων, οἱ τῶν κακῶν ὑπερανέχονται δίκαιοι· ἀποστρέψας δὲ ὁ λόγος ὁμοιοῦ ται, ἐν μὲν τοῖς ἀνακειμένοις τῇ θεωρίᾳ, δόρκωνι· ἐν τοῖς πρακτικωτέροις δὲ καὶ καθαιρετικοῖς τῶν ἀντι κειμένων δυνάμεων, ἐλάφων νεβρῷ· τὸ δὲ, ἢ νεβρῷ, παραδιαζευτικόν· ὁ δὲ Θεοδοτίων εἶπεν, ἐπὶ τὰ ὄρη θυμιαμάτων· οὐδὲν ἧττον τοὺς ἁγίους δηλῶν. ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγά πησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις· καὶ ζη τήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐ τὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτόν· ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. Περὶ τῶν πρὸ τοῦ γάμου μυστηρίων εἰπὼν, νῦν αὐτὸν διὰ νυκτὸς ἐπὶ τὴν κοίτην καλεῖ· ἀποῤῥητο τέρων ἐθέλων κοινωνεῖν, καὶ τῆς τελειοτέρας με τασχεῖν ἀναπαύσεως· τοῦτο γὰρ ἡ κοίτη· τὸ δὲ ἐν νυκτὶ, ἐν ἡσυχίας καιρῷ, καὶ πόῤῥω τῆς ὄψεως τῶν μὴ τὰ τοιαῦτα θεωρεῖν δυναμένων· δεῖ δὲ ἀγάπῃ τὴν ψυχὴν προτετρῶσθαι τοῦ ἐπὶ τὴν κοίτην ζητοῦντος τὰ τοῦ θείου λόγου βαθύτερα· περιμένειν δὲ τὴν τῆς ποθούσης ἀνάστασιν ὁ ποθούμενος· ὡς ἂν ἐπιτείνας 17.269 τὸν ἔρωτα κατὰ καιρὸν ἑαυτὸν ἐμφανίσειε τῇ καμού σῃ πλεῖστα παρὰ τὴν ζήτησιν τὴν αὐτοῦ· εἰποῦσα γὰρ ὅτι ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγά πησεν ἡ ψυχή μου, καὶ ὅτι ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον, ἐπάγει· ἀναστήσομαι δὴ καὶ κυκλώσω· οὐκοῦν ὑπτιασμὸν καὶ τὴν κατάμυσιν ἀποθέμενοι, διαναστῶμεν πειθόμενοι τῷ λέγοντι, Ἔγειραι δὴ ὁ καθεύδων· ὅλος δὲ ὁ κόσμος, ἡ πόλις ὃν ἐκπεριελθὼν δεῖ τῇ περὶ αὐτοῦ θεωρίᾳ γινόμενον ἐν ταῖς σοφαῖς διδασκαλίαις· αὗται γὰρ αἱ ἀγοραί· ὅθεν τι χρήσιμόν ἐστι λαβεῖν, ἀλλὰ καὶ ἐν ταῖς πλατείαις· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· κεκελεύσμεθα δὲ καὶ ἡμεῖς ἐπὶ τὸ πλάτος τῆς καρ δίας ἡμῶν γράψαι· μείζονα δὲ ζητοῦσα ἢ κατ' ἀγορὰς καὶ πλατείας μὴ εὑρηκέναι φησί· πλὴν ὁδεύει ἐπὶ τὴν εὕρεσιν, εὑρισκομένη ὑπὸ τῶν τηρούντων τὴν πόλιν καὶ κυκλούντων αὐτήν· εἶεν ἂν τὰ λειτουργικὰ πνεύ ματα· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν· ὧν δὴ περὶ τοῦ ποθουμένου πυνθάνεται· οὐκ ἀναγέγραπται δὲ τούτων ἀπόκρισις· διδασκόμεθα δὲ εἰ μέλλοιμεν εὑρεῖν τὸν ποθούμενον, ὀλίγον τι παρελ θεῖν, καὶ κρείττους γενέσθαι τῶν τοιούτων ἀγγέλων· περὶ ὧν ἔοικεν ἐν Ἐπιστολῇ λέγειν ὁ Πέτρος διδάσκων τὴν ὑπεροχὴν τῶν τοῖς τελείοις ἀποκειμένων· εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· ἀγαπητὸν δὲ βραχύ τι τοὺς τοιούτους παρενεγκεῖν, ἵν' εὑρεθῇ τὸ ποθούμενον, καὶ εὑρεθὲν κρατηθῇ, καὶ κρατηθὲν μὴ νοηθῇ· ἀνόνητος γὰρ ἡ κράτησις, εἰ μὴ τὸ νοηθὲν συνεχὴς μελέτη κρατήσειε· διό φησιν· οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου· ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον, εἰσέλθοι αὐτῷ εἰς τὸν οἶκον τῆς ἄνω Ἱερουσαλὴμ, ἔνθα εἰσάγῃ τὰ κοινότερα τῶν τοῦ λόγου θεωρημάτων· τὰ δὲ ἀποῤῥη τότερα εἰς τὰ ταμιεῖα τῆς συλλαβούσης τὴν νύμφην· ἡ αὐτὴ δὲ μήτηρ καὶ συλλαβοῦσα δηλοῦται, διὰ τὸ ἐν τῇ συλλήψει τὴν ἀρχὴν τῆς συστάσεως εἶναι· μήτηρ δὲ λεγομένη μετὰ τὴν μόρφωσιν, καὶ τὴν τοῦ συλ ληφθέντος τελείωσιν. Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στε λέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Καλὴ λίαν ἡ ἀναβαίνουσα βίῳ καὶ λόγῳ ψυχὴ, φυ γοῦσα τὰ παρὰ τοῖς πολλοῖς ἁμαρτήματα, ἅπερ