Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λό γον νομίζω, ἀλλὰ καὶ ἐχόμενα τοῦ προτειχίσματος· ὃς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις. ἢ ἀν δράσιν ἁγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὲρ σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἳ διαφθεί ρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶ σιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμε ναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες δι' ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχειν καλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλλη φθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται· ἀρχόμενοι γὰρ ἐνεργεῖν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δ' ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ. Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Ἢ νύμφη πρὸς τοὺς ἑταίρους τοῦ νυμφίου φησὶν ὡς οὐδεμίαν ἔχουσα πρὸς τοὺς ἀλώπεκας μετουσίαν· ἐκοινώνησαν γὰρ ἡμῖν, φησὶν, αἵματος καὶ σαρκὸς, καὶ ἡμεῖς αὐτῷ τῆς ἀφθαρσίας. Ἢ ὅτι ὁ Θεὸς ἐν ψυ χῇ γίνεται, καὶ ἡ ψυχὴ εἰς Θεὸν μετοικίζεται· οὕτω καὶ ὁ Παῦλος· Τὸ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· σῶμα γὰρ ἡ νύμφη Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ· καὶ αὐτὸς δὲ ὁ Σωτήρ· Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ἐν δὲ τοῖς ἑξῆς ἀνάπαλιν γέγραπται· Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Ἢ τάχα διὰ τὸ τὴν ἀρχὴν τῆς εὐεργεσίας ἀπὸ τοῦ νυμφίου γενέσθαι· μὴ ἐμφανίσαντος γὰρ ἑαυτὸν αὐτῇ, οὐδ' αὐτὴ τῷ νυμφίῳ ἀνέκειτο· τὸ γὰρ ἔνθεον αὐτοῦ κάλλος θεασαμένη, ἐπὶ σωτήριον ἀφίκετο φίλτρον, μεθὸ ἀνατεθεῖσα ἐκείνου τῷ κάλλει, λέγει, κἀγὼ αὐ τῷ· εἶτα τὴν τάξιν ἀντέλαβε πρὶν μὲν ἐλθεῖν τὸ τέ λειον, λέγουσα, ἐγὼ τῷ ἀδελφιδῷ μου· ὅταν δὲ τελείως ἀποκαλυφθῇ, μηδὲν καταλίπῃ κεκρυμμένον, αἰσθανο μένη τοῦτο λέγει· καὶ ἀδελφιδός μου ἐμοί· εἴρηται δέ που ταῖς προφητείαις, αὐτὸς Κύριος ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας, ἀλλ' οὐχ ὡς νῦν ἐν κρίνοις ἡμᾶς ποιμαίνει τοῖς ἐν μέσῳ ἀκανθῶν· τοιγαροῦν εἰπών· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, ἐπάγει· ὡς κρί νον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων· καὶ τήρει ὡς ἐπὶ τῆς νύμ φης οὐκ ἔλεξεν· διὸ καὶ παραγέγονεν, εἰς τὸ ἀκάνθαις μὴ ἐμπαγῆναι τὰ ποιμαινόμενα. 17.268 Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ παρέλθωσιν αἱ σκιαί. ∆ιὸ καὶ αὐχεῖ μυστικῶς λέγειν ἐν Ἰακὼβ τό· ἐγενό μην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι· ἐν τῷ τοῦ παρόντος γὰρ βίου καύματι δεόμεθα τοῦ ποιμαίνοντος, διὰ τὰ μεσημβρινὰ δαιμόνια· λέγει γᾶρ πρὸς τὸν εὐ πειθῆ· οὐ φοβηθήσεται ἀπὸ δαιμονίου μεσημβρινοῦ· ὁποῖον καὶ τὸ, Ὁ ἥλιος οὐ συγκαύσει σε· ἐπείπερ ὁ τὰς ἀσθενείας ἡμῶν φέρων καὶ περὶ ἡμῶν ὀδυνηθεὶς ἐγένετο ὑπὲρ ἡμῶν συγκαιόμενος τῷ καύματι· ἵνα ἐξ αγοράσῃ ἡμᾶς ἀπ' αὐτῶν· ὡς καὶ ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ποιμαίνει δὲ καὶ ἐν κρίνοις, καὶ μέχρι παρέλθωσιν αἱ σκιαὶ τοῦ βίου· κατὰ τὸ, ὡς σκιαὶ ἡμέραι ἡμῶν παρά γουσιν· ἴσως δὲ καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ, διὰ νόμου καὶ προφητῶν, ἐν κρίνοις ἐποίμανεν ἔτι καύ σωνος ὄντος· μετὰ δὲ τὴν ἐπιδημίαν, ποιμαίνει μὲν, ἀλλ' οὐκ ἐν κρίνοις· ὡς γὰρ τῆς ἡμέρας διαπνευσάσης εἴρηται τὸ, ἀγαπητοὶ, γινώσκετε ὅτι ἐσχάτη ὥρα ἐστίν. Ἀπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλω μάτων. Τὰ πρότερα πρὸς τὰς νεανίδας εἶπεν ἡ νύμφη, τὰ δὲ νῦν πρὸς τὸν νυμφίον· ὥστε τῷ παρόντι καιρῷ