Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα, περιεπτύξατο αὐτόν. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; Ἤδη δεύτερον ὥρκισεν· ἀλλ' ἀμφιβάλλουσα προετίθει τὸ ἐάν· νῦν δὲ διδάξασα τὸ εἶδος τῆς ἐγέρσεως τῆς ἐξεγέρσεως καὶ τῆς ἀγάπης οἱονεὶ παρίστησιν, ὅτι ὁρκοῦσα ὑμᾶς κατὰ τῶνδε ὥρκισα, τὸ ἐγείρητε καὶ ἐξεγείρητε. Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφρα γίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θά νατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος. Προτρέπεται αὐτὴν ὁ νυμφίος πᾶν νόημα καὶ πρᾶξιν μορφῶσαι τῷ ἑαυτοῦ χαρακτῆρι· ποιεῖν δὲ ταῦτά φησιν τὴν ὡς θάνατον κραταιὰν ἀγάπην· πάντα γὰρ στέγει, πάντα ὑπομένει· διὸ καὶ κραταιὰ κατὰ θάνατον νεκροῦντα τὴν ἁμαρτίαν· ἤγουν ἐπειδὴ πάντων ἐκράτησεν ὁ θάνατος, διὰ τὸ ἐν τῷ Ἀδὰμ πάντας ἀποθνήσκειν· καὶ ὁ ᾅδης ὁμοίως· τοιαύτη, φησὶν, ἡ ἀγάπη καὶ ὁ ζῆλος· ὃν δεῖ ζηλοῦν τῷ Θεῷ, σκληρὸς κατὰ τῶν ἁμαρτανόντων ὑπάρχων, ὡς ὁ τοῦ Ἡλίου καὶ τοῦ Φινεές· ἢ τοῦτο λέγει ὁ νυμφίος πρὸς αὐτὴν, θές με ὡς σφραγίδα πρὸς τὸ σφραγίζειν τὰς ἐνθυμήσεις σου καὶ τὰς πράξεις σου, καὶ ἕως θανάτου ἀγωνίσαι ὑπὲρ τῆς ἀληθείας· καὶ ἐν τῷ ᾅδῃ δὲ τὸν Χριστὸν ἐζήλωσαν οἱ Ἰουδαῖοι, ὑποφθείραντες τοὺς στρατιώτας. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει. Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ ἐπὶ γῆς ἔτι ἐπισκευαζομένη τοῦ Θεοῦ Ἐκκλησία, καὶ νοήματα (τοῦτο γὰρ οἱ μαστοὶ) μήπω ἔχουσα, ἐπιδίδωσιν εἰς μέγεθος βίου καὶ νοημάτων· ἐπ' ἂν τρανώσῃ τὰ νοήματα καὶ προφητικὰ θεωρήματα, ἢ τὴν σύμπνοιάν τε καὶ ἐνέργειαν χωρήσῃ δυνάμεως· αἳ καὶ ταῦτά φασι μετά τε προφητῶν καὶ δικαίων πνευμάτων. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Εἶδεν ἡ νύμφη τὸν νυμφίον ἀναπαυόμενον ἐν τοῖς κήποις, καὶ τοὺς ἑταίρους αὐτοὺς προσέχοντας αὐτοῦ τῇ φωνῇ ἧς ἤκουσεν αὐτή· καὶ βούλεται αὐτὸν ὀξέως καὶ διορατικῶς ὁρῶντα ἀπὸ τῶν τῇδε πραγμάτων ἐκκλῖναι, τάχει μὲν καὶ ὀξυδερκίᾳ, ὡμοιωμένον δορκάδι, νεβρῷ δὲ τοῖς τῶν πολεμίων ὡς ὄφεων καὶ σκορπίων καταφρονητικῶς ἔχειν, καὶ ἀνελθεῖν πρὸς τοὺς ἀνεστηκότας ὡς ὄρη, καὶ πάσης πνέοντας εὐωδίας· περὶ ὧν τὸ, οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· καὶ ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα καὶ Θεοδοτίωνα, καὶ τὴν πέμπτην ἔκδοσιν· ὁ μέντοι Ἀκύλας, ὁ καθήμενος ἐν κήποις, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἡ κατοικοῦσα· ὡς λέγεσθαι τὰ πρῶτα πρὸς τὴν νύμφην 17.288 καθημένην παρὰ τοῖς ἰδίοις καρποῖς, καὶ τοὺς ἑταίρους αὐτοῦ προσεκτικῶς αὐτῆς ἀκροᾶσθαι χαίροντας.