170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμενος περὶ τῆς τοῦ βασιλέως ἐπιδημίας ἐφορῶντος τὰ τῶν δικαίων ἔργα εἰς τὴν ἐποπτείαν αὐτοῦ καὶ οἷον ἀκρόασιν ὑπ' αὐτῶν ἀναγόμενα καὶ τούτοις ἀποδιδόντος τὴν θείαν πλήρωσιν, ὅτι πληρωτὴς ἥκει τῶν μὴ πληρουμένων ἀληθῶς ἐν ἀνθρώποις, νόμιμον τῇ θείᾳ καθαρότητι καὶ παρ' αὐτοῦ ἁγιαστικῇ μεταλήψει. πολλά τε καὶ ταχέως ἐρεῖν ὑποφαίνει, καλάμῳ γραμματέως ὀξυτάτου τὴν ταῦτα δηλοῦσαν ὁμοιῶν. 67 Ps 44,3ab Ὁ μὲν Ἡσαΐας τὸ ἔξωθεν αὐτοῦ εἶδος προορᾷ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων τὴν κατὰ σάρκα προφητεύων ἀδοξίαν, ὁ δὲ ∆αυὶδ τὸ θεϊκὸν ἑρμηνεύει κάλλος, ὅπερ καὶ αὐτὸ παρὰ Ἡσαΐᾳ δεδήλωται διὰ τοῦ βασιλέα μετὰ δόξης ὄψεσθαι. καὶ τοῦτο μὲν τῆς ἀπορρήτου δόξης δηλωτικὸν καὶ κάλλους τοῦ ἀοράτου, τὴν δὲ τοῦ κάλλους ἔκφανσιν διά τε λόγων καὶ ἔργων γινομένην προαγορεύει, χάριν ἐν χείλεσιν αὐτοῦ φάσκων ἐκκεχύσθαι, καθὰ καὶ ἐν τοῖς Εὐαγγελίοις δηλοῦται πάντας θαυμάζειν ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ. 68 Ps 44,8bc Ὡς οὖν ἐν καθαρῷ, φησίν, δεκτηρίῳ τὸ θεῖον ἐπικέχρισται μύρον φύσει καὶ οὐ μετοχῇ διὰ τὴν οἰκειότητα συναπτόμενον (οὐ χάριτι δεδόμενον ὥσπερ καὶ τοῖς μετόχοις σου), καὶ θεὸν μὲν προσφωνεῖ τὸν Χριστόν, θεὸν δὲ αὐτοῦ λέγει τὸν χρίοντα, οὐκ ἀναιρῶν τὴν ἀνθρωπίνην σύστασιν καὶ τὴν πρὸς σάρκα σχέσιν τοῦ λόγου καθ' ἣν καὶ πνεύματος χρῖσις, προηγιασμένης τε καὶ ἐφηγιασμένης τῆς σαρκὸς διὰ τοῦ καὶ ἀπ' ἀρχῆς παρόντος πνεύματος καὶ πάλιν παραγενομένου. καὶ γὰρ ἐξ ἀρχῆς Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ πάλιν Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὃς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει. εἰ δὲ μὴ ὡς φυσικῷ κάλλει συναπτομένου τοῦ πνεύματος κατ' οἰκειότητα εἴρηται, τοῦτο δι' ἄσκησιν ἂν ἡ χρῖσις λέγοιτο. καὶ ποῦ τὴν ἄσκησιν ἔχει τις ἐπιδεῖξαι; τίς δὲ μαθήσεως πόνος παρὰ Χριστῷ, ἵνα καὶ πόνων ἀντίδοσις ᾖ ἁγιασμός; καὶ τῇ μὲν φιλοπόνῳ μαθήσει τὸ τῆς σοφίας ἐπιγένηται πνεῦμα, τῇ δὲ πρὸς τὰ ἡδέα μάχῃ τὸ καρτερὸν καὶ δυνατὸν διὰ πνεύματος ἐπισφραγισθῇ; δῆλον ἄρα ὅτι ὡς ἑπόμενον φύσει καὶ οὐχ ὡς ἀντιδεδομένον πόνῳ τὸ τῆς χρίσεως εἴρηται καὶ οὐχ ὡς ἀνθρώπῳ μισθὸς τὸ πνεῦμα ἐδίδοτο (καίτοι καὶ τοῦτο δυνατόν· χάριτι γὰρ καὶ οὐ μισθῷ τὸ πνεῦμα δίδωσιν ὁ θεός) ἀλλ' ὡς θεῷ ἅμα καὶ ἀνθρώπῳ τὸ οἰκεῖον παρ' αὐτοῦ τε καὶ εἰς αὐτὸν ἐξεφαίνετο, καθάπερ θεῷ ἄνθρωποι τὸ οἰκεῖον προσάγοντες λέγομεν ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, κύριε. Τοὺς δὲ μετόχους εἰπὼν ἔδειξεν ἅμα καὶ τῆς χρίσεως τὴν πρόφασιν· ἵνα γὰρ ἡ κατὰ μετουσίαν προχωρήσῃ χρῖσις, διὰ τοῦτο καὶ ἡ κατὰ μετουσίαν προσελήλυθεν. ἐπεὶ ὅσον γε ἐπὶ τῷ κυρίῳ χρίσεως οὐκ ἔδει αὐτοφυῶς ἁγίῳ ὄντι καὶ ἁγίῳ γενομένῳ καὶ τὴν ἁγιότητα τῷ σώματι ἔμφυτον ἐντεθηκότι καὶ ταύτῃ τὸ ἀνθρώπειον εἶδος πρὸς τὴν ἡλικίαν τελειοῦντι, ἀλλ' ἐπεὶ τοῦτο οὐκ ἦν ἐν ἡμῖν οὐδὲ δυνατὸν ἐν ἀνθρώποις τὸ ἐκ φύσεως ἅγιον, δωρεᾶς δὲ δεῖ καὶ χάριτος οὐρανίου, διὰ τοῦτο ἐπὶ Χριστὸν τὸ πνεῦμα, ἵνα εἰς ἡμᾶς ἐξ αὐτοῦ πρὸς τὴν μετοχὴν τοῦ πνεύματος ἀγομένους δείξῃ διὰ τῆς κατὰ σῶμα συγγενείας. 69 Ps 44,12a Ἡ τῶν πονηρῶν ἀπόστασις ἐθνῶν καλὴν ἀποδείκνυσι τὴν νύμφην καὶ ἐπιθυμητὴν τῷ βασιλεῖ. τοῦτο γὰρ ἡμῶν τὸ καλὸν καὶ τούτῳ καλλωπιζόμεθα καὶ τούτῳ πρὸς θεὸν οἰκειούμεθα, καὶ οὕτω σφόδρα θεῷ περισπούδαστοι γενόμεθα ὡς κατ' ἐπιθυμίαν αὐτοῦ λέγειν, ὁποῖα ἂν ἐρῶν τις περὶ τοῦ κάλλους λέγοι τῶν ἐρωμένων. 70 Ps 44,15 Ἡ μὲν νύμφη πλησίον τοῦ βασιλέως, παρθένοι δὲ ταύτης πλησίον καὶ ταύτης ἀκόλουθοι καὶ διὰ ταύτης οἰκειούμεναι τῷ βασιλεῖ καὶ ὡς ἐπὶ νύμφης ἄβραι συνακολουθοῦσαι νεάνιδες. ταύτῃ κατὰ τὸ Σολομώντειον ᾄσμα καὶ προσφυέστατα εἶεν ἂν αἱ Ἰουδαίων συναγωγαί, δεύτεραι οὖσαι καὶ ἑπόμεναι κατὰ τὸ Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι, καὶ τὸ Ὁ προσήλυτος ἐν σοὶ ἔσται
9