9
τινὰ τῶν ῥητῶν, ἐνσκήψας τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ, ἵνα τὰ περὶ Χριστοῦ ἐν ταῖς γραφαῖς μεμαρτυρημένα ἄλλως ἐκδώσῃ, δι' ἣν εἶχεν αἰδῶ εἰς ἄλογον αὐτοῦ ἀπολογίαν. Καὶ γίνεται οὕτω δευτέρα ἡ τούτου ἑρμηνεία, μετὰ ἀριθμὸν τοσούτων χρόνων, ὡς ἀνωτέρω γεγράφαμεν. Ἠδυνάμεθα δὲ εἰπεῖν καὶ τὰς παραπεποιημένας αὐτῷ καὶ ἐνδιαστρόφως ἑρμηνευθείσας λέξεις, ἀγαπητέ, τὸν ἔλεγχον κατ' αὐτοῦ ἐχούσας ἐκ τῶν ὑπ' αὐτοῦ ἡρμηνευμένων. Ἀλλ' ἤδη περὶ τῆς τούτων διαφορᾶς ἄνω διηγησάμενοι ἱκανῶς ἔχειν ἕως τῶν ὧδε ἐδικαιώσαμεν. Μετὰ τοῦτον δὲ τὸν Ἀκύλαν καὶ τὴν αὐτοῦ ἑρμηνείαν διαδέχεται Ἀδριανὸν τὸν βασιλέα Ἀντωνῖνος ὁ ἐπικληθεὶς Πῖος, ἑρμηνευόμενος εὐσεβής, καὶ βασιλεύει χρόνους κβʹ. Τοῦτον διαδέχεται Καράκαλλος ὁ καὶ Γέτας, ὃς καὶ Μᾶρκος Αὐρήλιος Σουῆρος ἐλέγετο καὶ βασιλεύει ἔτη ζʹ. Ἐν τοῖς αὐτοῦ χρόνοις καὶ Λούκιος Αὐρήλιος Κόμοδος βασιλεύει τὰ αὐτὰ ἑπτὰ ἔτη. Περτίναξ μῆνας ἕξ. Σευῆρος ἔτη ιηʹ. Ἐν τοῖς τοῦ Σευήρου χρόνοις Σύμμαχός τις Σαμαρείτης τῶν παρ' αὐτοῖς σοφῶν μὴ τιμηθεὶς ὑπὸ τοῦ οἰκείου ἔθνους νοσήσας φιλαρχίαν καὶ ἀγανακτήσας κατὰ τῆς ἰδίας φυλῆς προσέρχεται Ἰουδαίοις καὶ προσηλυτεύει καὶ περιτέμνεται δευτέραν περιτομήν. Καὶ μὴ θαύμαζε περὶ τούτου, ὦ ἀκροατά· γίγνεται γάρ. Ὅσοι γὰρ ἀπὸ Ἰουδαίων Σαμαρείταις προσφεύγουσιν ἀντιπεριτέμνονται· ὡσαύτως καὶ οἱ ἀπὸ Σαμαρειτῶν πρὸς Ἰουδαίους ἐρχόμενοι. Τὸ δὲ ἔτι τούτων χαλεπώτερον, ὅτι καὶ ἀπὸ περιτομῆς ἀκρόβυστοι γίνονται, τέχνῃ τινὶ ἰατρικῇ διὰ τοῦ καλουμένου σπαθιστῆρος τὴν τῶν μελῶν ὑποδερματίδα ὑποσπαθισθέντες, ῥαφέντες τε καὶ κολλητικοῖς περιδεθέντες ἀκροβυστίαν αὖθις αὐτοῖς ἐπιτελοῦσιν. Ἔχεις καὶ τὴν μαρτυρίαν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ, ὦ φιλοκαλώτατε, δι' ὧν αὐτοῖς ῥήμασιν ὧδέ πως λέγει «περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ὑπάρχει; μὴ περιτεμνέσθω». Ταύτην δὲ τὴν παράδοσιν τῆς κακοδαίμονος ἐννοίας φασὶ τὸν Ἠσαῦ τὸν ἀδελφὸν τοῦ Ἰακὼβ εὑρηκέναι πρὸς ἀπαρνησιθεΐαν καὶ πρὸς ἀφανισμὸν τοῦ τῶν πατέρων αὐτοῦ χαρακτῆρος. ∆ι' ὅ φασι τὸν Θεὸν εἰρηκέναι «τὸν Ἠσαῦ ἐμίσησα, τὸν δὲ Ἰακὼβ ἠγάπησα». Οὗτος τοίνυν ὁ Σύμμαχος πρὸς διαστροφὴν τῶν παρὰ Σαμαρείταις ἑρμηνειῶν ἑρμηνεύσας τὴν τρίτην ἐξέδωκεν ἑρμηνείαν. Μετὰ τοῦτον δὲ κατὰ πόδας ἐν τῷ ἑξῆς χρόνῳ, τοῦτ' ἔστι περὶ τὴν τοῦ Κομόδου βασιλείαν, φημὶ δὲ τοῦ δευτέρου Κομόδου τοῦ βασιλεύσαντος μετὰ τὸν προειρημένον Κόμοδον Αὐρήλιον ἔτη ιγʹ, Θεοδοτίων τις Ποντικὸς ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρεσιάρχου τοῦ ἀπ' αὐτῆς τῆς Σινώπης ὁρμωμένου καὶ αὐτὸς μηνιῶν τῇ ἑαυτοῦ αἱρέσει καὶ εἰς Ἰουδαϊσμὸν ἀποκλίνας καὶ περιτμηθείς, καὶ τὴν τῶν Ἑβραίων φωνὴν καὶ τὰ αὐτῶν στοιχεῖα παιδευθείς, ἰδίως καὶ αὐτὸς ἐξέδωκε. ∆ιὸ τὰ πλεῖστα τοῖς ἑβδομήκοντα δύο συνᾳδόντως ἐξέδωκε. Τριβὰς γὰρ εἶχε καὶ οὗτος τὰς πλείστας ἀπὸ τῆς συνηθείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν. Κριτὴς τοίνυν γένοιο, ὦ φιλοκαλώτατε, τῆς τοιαύτης ὑποθέσεως, παρὰ τίσι μᾶλλον εὑρεθήσεται ἡ ἀλήθεια, παρὰ τοῖς τρισὶ τούτοις, Ἀκύλᾳ λέγω καὶ Συμμάχῳ καὶ Θεοδοτίωνι, τοῖς μὴ ἐπὶ τὸ αὐτὸ γενομένοις, ἀλλ' ἰδίᾳ ἑκάστῳ καὶ ἐν καιρῷ καὶ τόποις ἀλλήλων διεστῶσι, καὶ οὐ πολλοῖς, ἀλλὰ τρισὶ μόνοις, καὶ μὴ δυνηθεῖσιν ἀλλήλοις συμφωνῆσαι, ἢ παρὰ τοῖς ἑβδομήκοντα δύο, τοῖς πρώτοις ἑρμηνεύσασι καὶ ὑφ' ἕνα καιρὸν γεγονόσι καὶ εἰς τριάκοντα ἓξ μέρη κατὰ πρόσταγμα τοῦ βασιλέως διαιρεθεῖσι καὶ ἄνευ τοῦ πρὸς ἀλλήλους συνδυάσαι ἐκ πνεύματος δὲ ἁγίου ὑπὸ μίαν συμφωνίαν τὴν πᾶσαν ἑρμηνείαν ἐκδεδωκόσι καὶ ὅπου προσθήκης γέγονε χρεία σαφηνείας ἕνεκα τοῦ λόγου τὸ αὐτὸ προσθεῖσι καὶ συμφώνως ἀλλήλοις συμφωνήσασι καὶ ἐκδοῦσι καὶ ταῦτα ἀγνοοῦσι τὶ ἕκαστος καθ' ἑαυτὸν ἑρμηνεύει· ὅπου δὲ πάλιν ἐκβολῆς λόγων τινῶν χρεία, ἐπ' ἴσης ἐκβαλοῦσι καὶ συνᾳδόντως