δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. <καὶ> προθεμένης αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης, προσδραμοῦσά τις ἐκ γειτόνων "ἀλλὰ κινδυνεύει σοι" εἶπεν λέγουσα πρὸς τὸ οὖς "ἐπὶ ταῖς ὠδῖσιν ἡ φίλη καὶ συγγενής," καὶ γὰρ οὕτως εἶχεν, "εἰ μὴ θᾶττον ἀφί6.3.4 κοιο." καὶ ἡ μὲν ταῦτα ἀκούσασα, καὶ καταλιποῦσα τὸν Αἰγύπτιον, πρὶν τὸ θερμὸν ὕδωρ ἐπιβαλεῖν, κεχηνότα, κἀκείνην ἀπολύσασα τῶν ὠδίνων, καὶ συντελέσασά γε ὅσα ἐπὶ ταῖς λοχείαις γίνεται, παρῆν αὐτίκα, διακαθήρασα τὰς 6.3.5 χεῖρας, πρὸς τὸν ξένον. ὡς δὲ ἀγανακτοῦντα κατέλαβε καὶ τῷ θυμῷ περιζέοντα, τὴν αἰτίαν ἀπήγγειλεν ἡ γυνὴ τῆς βραδυτῆτος. ὡς δὲ ἤκουσεν ὁ βέλτιστος Αἰγύπτιος καὶ πρὸς τὴν ὥραν εἶδεν, ὀξέως μᾶλλον ἐδίψησεν ἐξειπεῖν τὸ παρὰ τῶν θεῶν ἐπελθὸν ἢ τὸ τοῦ σώματος θεραπεῦσαι 6.3.6 πάθος, καὶ μέγα φθεγξάμενος· "ἀλλ' ἄπιθί γε, ὦ γύναι· φράζε τῇ τεκούσῃ ὅτι μικροῦ βασιλέα τέτοκε." καὶ τοῦτο δηλώσας, ἑαυτόν τε ἐπλήρωσεν ἀφθόνως τῆς κύλικος, καὶ 6.3.7 τὸ ὄνομα ὅστις εἴη κατέλιπε τῇ γυναικὶ εἰδέναι. καὶ ὁ τεχθεὶς ἦν Ἀβλάβιος, καὶ τοσοῦτον ἐγένετο παίγνιον τῆς εἰς ἅπαντα νεωτεριζούσης Τύχης, ὥστε οὕτω πλείονα ἐδύνατο τοῦ βασιλεύοντος, ὥστε καὶ Σώπατρον ἀπέκτεινεν, αἰτίαν ἐπενεγκὼν τῆς Σωκρατικῆς εὐηθεστέραν, ὥσπερ ἀτάκτῳ 6.3.8 δήμῳ τῷ τότε βασιλεύοντι <χρώμενος>. Κωνσταντῖνος μὲν οὖν καὶ Ἀβλάβιον τιμῶν ἐκολάζετο, καὶ ὅπως γε ἐτελεύτα ἐν τοῖς περὶ ἐκείνου γέγραπται. Ἀβλαβίῳ δὲ τὸν παῖδα κατέλιπε Κωνστάντιον, συμβασιλεύσαντα μὲν αὐτῷ, διαδεξάμενον δὲ τὴν ἀρχὴν τοῦ πατρὸς σὺν Κωνσταντίνῳ καὶ Κώνσταντι τοῖς ἀδελφοῖς. ἐν δὲ τοῖς κατὰ τὸν θειότατον 6.3.9 Ἰουλιανὸν ἀκριβέστερον ταῦτα εἴρηται. διαδεξάμενος δὲ ὁ Κωνστάντιος τὴν βασιλείαν καὶ κληρωθεὶς ὅσα γε ἐκληρώθη, ταῦτα δὲ ἦν τὰ ἐξ Ἰλλυριῶν εἰς τὴν ἑῴαν καθήκοντα, τὸν μὲν Ἀβλάβιον αὐτίκα παραλύει τῆς ἀρχῆς, ἄλλο δὲ περὶ 6.3.10 αὑτὸν ἑταιρικὸν συνέστησε. καὶ ὁ μὲν Ἀβλάβιος τὰ περὶ Βιθυνίαν χωρία πάλαι παρεσκευασμένος, βασιλικάς τε καταφυγὰς καὶ ῥᾳθυμίας ἔχοντα, διέτριβεν ἐν ἀφθόνοις, πάντων 6.3.11 ἀνθρώπων θαυμαζόντων ὅτι βασιλεύειν οὐ βούλεται. ὁ δὲ Κωνστάντιος ἐγγύθεν ἐκ τῆς τοῦ πατρὸς πόλεως ξιφηφόρους τινὰς ἐπ' αὐτὸν ἐκπέμψας οὐκ ὀλίγους, τοῖς μὲν πρώτοις ἐκέλευσεν ἀποδιδόναι γράμματα. καὶ προσεκύνησάν γε αὐτόν, ὥσπερ νομίζουσιν Ῥωμαῖοι βασιλέα προσκυνεῖν, οἱ τὰ γράμματα ἐγχειρίζοντες· καὶ ὃς μάλα σοβαρῶς δεξάμενος τὰ γράμματα καὶ παντὸς ἀπολυθεὶς φόβου, τήν τε ἁλουργίδα τοὺς ἐλθόντας ἀπῄτει, βαρύτερος ἤδη γινόμενος, καὶ φοβε6.3.12 ρὸν ἦν τοῖς ὁρωμένοις. οἱ δὲ ἔφασαν πρὸς αὐτόν, αὐτοὶ μὲν τὰ γράμματα κομίζειν, πρὸ θυρῶν δὲ εἶναι τοὺς ταῦτα 6.3.13 πεπιστευμένους. καὶ ὁ μὲν ἐκείνους ἐκάλει μέγα φρονῶν καὶ τῇ γνώμῃ διηρμένος· οἱ δὲ συγχωρηθέντες εἰσελθεῖν πλῆθός τε ἦσαν καὶ ξιφηφόροι πάντες, καὶ ἀντὶ τῆς ἁλουργίδος ἐπῆγον αὐτῷ "τὸν πορφύρεον θάνατον," κρεουργηδόν, ὥσπερ τι τῶν ἐν ταῖς εὐωχίαις ζῷον, κατακόψαντες. καὶ ταῦτα ἔτισε Σωπάτρῳ δίκην ὁ πάντα εὐδαίμων Ἀβλάβιος. 6.4.1 Τούτων δὴ οὕτω κεχωρηκότων καὶ τῆς Προνοίας οὐκ ἀφιείσης τὸ ἀνθρώπινον, ὁ τῶν περιλειφθέντων ἐνδοξότατος Αἰδέσιος κατελίπετο. καταφυγὼν δὲ ἐπί τινα μαντείαν δι' εὐχῆς ᾗπερ ἐπίστευε μάλιστα (αὕτη δὲ ἦν δι' ὀνείρατος), ὁ μὲν θεὸς ἐφίστατο πρὸς τὴν εὐχήν, καὶ ἔχρησεν ἐν ἑξαμέτρῳ 6.4.2 τόνῳ τάδε· ὁ δέ, ἀνακαλύψας ἄρτι τὰ βλέφαρα καὶ περίφοβος ὢν ἔτι, τὸν μὲν νοῦν ἐμέμνητο τῶν εἰρημένων, τὸ δὲ ὑπερφυὲς καὶ οὐρανόμηκες τῶν ἐπῶν περιέφευγεν αὐτὸν καὶ διωλίσθαινε. τόν τε οὖν παῖδα καλεῖ, τὴν ὄψιν καὶ τὸ πρόσωπον ἀποσμῆσαι τῷ ὕδατι βουλόμενος, καὶ ὁ θερά πων πρὸς αὐτὸν ἔλεγεν, "ἀλλ' ἡ ἀριστερά γε χεὶρ ἔξωθεν 6.4.3 κατάπλεως ἐστὶ γραμμάτων." καὶ ὃς εἶδεν καὶ τὸ πρᾶγμα θεῖον εἶναι συνεφρόνησε, καὶ προσκυνήσας τὴν