Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔχειν τούτων ἐστίν, τοῖς τετελευτηκόσι δὲ προσήκει τούτων οὐδέτερον· οὔτε γὰρ νόμος τῷ τεθνηκότι προσδιαλέγεταιπῶς γὰρ τῷ γε μηδὲ ἀκούοντι; καὶ ἁμαρτία τὸν τοιοῦτον οὐ διοχλεῖ. τῷ τοίνυν ἀποθανόντι, φησίν, οὐδὲν πρὸς τὴν ἁμαρτίαν κοινόν, οὐδὲ αὐτὴ πρὸς ἐκεῖνον ἔχει τι δίκαιον· οὐδὲ γὰρ τῷ πλημμελεῖν ὑπόκειται τοῦ λοιποῦ. {Rom 6,8-11} Οὐκοῦν, φησί, καθάπερ ὁ Χριστὸς καὶ ἡμεῖς ἀποθνήσκομεν, καθάπερ ὁ Χριστὸς ζησόμεθα καὶ ἡμεῖς. προσήκει οὖν εἰς ἐκεῖνον ὑμῖν ἀφορᾶν. καὶ ὥσπερ ἐκεῖνον ἅπαξ ἀποθανόντα τῇ ἁμαρτίᾳ, εἶτα ἀναστάντα τῷ θεῷ τῶν ἀδυνάτων ἐστὶν αὖθις ἀποθανεῖν, οὕτω δέοι ἂν καὶ ὑμᾶς λογισμῷ χρωμένους δικαιοτάτῳ τὸν ἑαυτῶν τοῦ λοιποῦ βίον ἐν τῇ κατὰ Χριστὸν ῥυθμίζειν ζωῇ, ὡς ἐλπίδι πρὸς ταύτην μετα βεβηκότας ἐκ τῆς προτέρας. 367 {Rom 6,12-14} Ἀνατρέψας ἐκ τῶν κατὰ Χριστὸν τὴν ἀντίθεσιν καὶ δείξας οὐκέτι τοῦ ἁμαρτάνειν αὐτοῖς οὐδαμῶς ὡς οὐκ οὖσιν ἔτι μετὰ τὸ βάπτισμα σαρκικοῖςταῦτα δὲ μόνῃ πίστει τέως οὐ πείρᾳ κεκτήμεθα· οὔτε γὰρ ἀπαθεῖς οὔτε ἀθάνατοί πως γεγόναμεν, τοῦ πράγματος αὐτοῦ κατά τινα λόγον ἀπόρρητον τῷ τῆς κοινῆς ἀναστάσεως φυλαττομένου καιρῷ συμβουλὴν μετρίαν τε αὐτοῖς καὶ τὴν ἐνδεχομένην προσάγει. οὐ γὰρ ἔφη· μὴ οὖν ἁμαρτάνετετοῦτο γὰρ φύσεως ἀπαθοῦς τε καὶ ἀθανά τουἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, τοῦτ' ἔστι μὴ τῷ πρόσθεν χρόνῳ παραπλησίως ἀστασίαστον καὶ νῦν ἡ ἁμαρτία τὸ καθ' ὑμῶν κράτος ἐχέτω, μηδὲ δίκην οἰκετῶν τὸ προσταττόμενον ὑπ' αὐτῆς ἐν ταῖς τοῦ σώματος ἡμῶν ἐπιθυμίαις ἔτι ποιεῖν καταδέχεσθε, δορυφόρους ὥσπερ αὐτῇ πρὸς συνεργίαν τῆς ἀδικίας τὰ ἑαυτῶν παρεχόμενοι μέλη, ἀλλ' ἀποφυγόντες ἐκείνην καὶ πολεμίαν ὑμῖν εἶναι καὶ ἐχθρὰν ἡγησάμενοι, καταφύγετε πρὸς θεόν, καὶ ὡς ἀθανάτους αὐτῷ πρὸς δικαιοσύνης κατόρθωσιν ἑαυτοὺς εὐτρε πίσατε. ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ἂν γὰρ σπουδάζητε, φησίν, οὕτω βιοῦν πεπεισμένοι τε καὶ πεπληροφορημένοι βεβαίως περὶ τῆς χάριτος, οὐχ ἁλώσεσθε τῇ ἁμαρτίᾳ ποτέ. διὰ τί; ὅτι τὴν μὲν ἁμαρτίαν ὁ νόμος κυροῖ, ὑμεῖς δὲ οὐκέτι τῆς ὑπὸ νόμον ζωῆς ἀλλὰ τῆς ὑπὸ χάριν ἐστέ. οὐ τοίνυν ὑπὸ τῆς ἁμαρτίας κυριευθήσεσθε τῷ θανάτῳ ὡς τῆς ὑπὸ τοῦ νόμου ζωπυρουμένης ἁμαρτίας κατακυριευούσης τοῦ γένους ἡμῶν. πληρώσας δὲ ἄχρι τούτου τὴν συμβουλήν, ἑτέραν ἀνθυφορμῶσαν αὐτῷ διαδέχεται πάλιν ἀντίθεσιν· εἰπὼν γὰρ ὅτι ἁμαρτία ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν, ἔγνω τούτου τὸν σαρκικὸν ἑτοίμως ἑξόμενον καὶ τῇ χάριτι πρὸς ἁμαρτημά των ἀποχρησάμενον ἄδειαν. τοῦτο τοίνυν προϋπιδόμενος ἑαυτῷ τὸν παρ' ἐκείνου λόγον ἀνθυποφέρει καί φησιν. {Rom 6,15-16} Οὐ γὰρ ὑμᾶς τοῦτο, φησί, λέληθεν, ὅτι προσῆκον ὑμῖν ταῖς ὑμῶν αὐτῶν ὁμολογίαις ἐμμένειν, καὶ τοῦτο, ὅτι δεσπότην ἑαυτοῦ τοῖς ἔργοις τις ἐπιδέδεικται, τὸν οὗ τοῖς κελεύσμασιν ἔγνωκεν ὑπακούειν, κἂν ἁμαρτία τοῦτο, κἂν δικαιοσύνη· τὸ γὰρ ἤ τοι ἁμαρτίας ἢ ὑπακοῆς εἰς δικαιοσύνην ἀσαφῶς εἰρημένον τοιοῦτόν ἐστιν ἤτοι ἁμαρτίας εἰς ὑπακοὴν ἢ δικαιοσύνης. 368 {Rom 6,17-18} Χάρις, φησί, τῷ θεῷ, διότι τὴν δουλείαν νῦν μετηλλάχατε τῆς ἁμαρτίας ἀνθελόμενοι τὴν δικαιοσύνην καὶ ταύτην ἀντ' ἐκείνης δεσπότην ἔχειν καταδεξάμενοι, ἧς καὶ τὸν τύπον τῆς διδαχῆς ἐκ ψυχῆς παρειληφότες προσήκασθε πρὸς ὃν τοῦ λοιποῦ βιωτέον ὑμῖν ἀκριβῶς. Εἰς τοιούτους ἀντικατενήνεγμαι λόγους καὶ παραδείγμασιν ἀν θρωπίνων ἐχρησάμην ἐθῶν τοῦ πρὸς ἀρετὴν ἀτόνου τῆς σαρκὸς ὑμῶν με καταναγκάσαντος. {Rom 6,19} Ὥσπερ γὰρ παρεστήσατε, φησί, τὰ μέλη ὑμῶν καὶ τὰ ἑξῆς. τὸ γὰρ κἀνταῦθα σύνδεσμον ἀντὶ τοῦ τοίνυν παρείληφεν. δεῖ τοίνυν ὑμᾶς, φησίν, ὥσπερ ἐν τῷ πρόσθεν ὅλους ἑαυτοὺς τῇ ἀνομίᾳ πρὸς ἐργασίαν ἀκαθαρσίας ἐκδεδώκειτε πάσης, οὕτω νῦν ἢ καὶ μᾶλλον