1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

9

τῶν τοιούτων κακῶν ἡ ἀνθρωπίνη ζωή, μή μοι ἀναλάβῃς τὰ παλαιὰ διηγήματα, ἃ τοῖς ποιηταῖς τῶν δραμάτων τὰς ὑποθέσεις ἔδωκε· μῦθοι γὰρ ἐκεῖνα διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας νομίζονται, ἐν οἷς παιδοφονίαι καὶ τεκνοφαγίαι, φόνοι τε ἀνδρῶν καὶ μητροκτονίαι καὶ ἀδελφῶν σφαγαὶ καὶ μίξεις παράνομοι καὶ ἡ παντοδαπὴ τῆς φύσεως σύγχυσις, ἣν οἱ τὰ ἀρχαῖα διηγούμενοι ἀπὸ γάμων ἀρχόμενοι τῆς ἀφηγήσεως εἰς τὰς τοιαύτας συμ φορὰς καταλήγουσιν. Ἀλλ' ἐκεῖνα πάντα καταλιπὼν θεώρησον ἐπὶ τῆς παρούσης τοῦ βίου σκηνῆς τὰς ἐν αὐτῷ τραγῳδίας, ὧν χορηγὸς γίνεται τοῖς ἀνθρώποις ὁ γάμος. Ἐλθὲ ἐπὶ τὰ δικαστήρια, ἀνάγνωθι τοὺς περὶ τούτων νό μους· ἐκεῖ κατόψει τὰ τῶν γάμων ἀπόρρητα. Ὥσπερ γὰρ ὅταν ἰατρῶν ἀκούσῃς τὰ ποικίλα πάθη διεξιόντων, τὴν ἀθλιότητα μανθάνεις τοῦ ἀνθρωπίνου σώματος, οἵων καὶ ὅσων κακῶν δεκτικόν ἐστι διδασκόμενος, οὕτως ἐπειδὰν τοῖς νόμοις ἐντύχῃς καὶ γνῷς τὰς πολυτρόπους τοῦ γάμου παρανομίας, καθ' ὧν ἐκεῖνοι τὰς τιμωρίας ὁρίζουσιν, ἀκριβῶς διδάσκῃ τὰ τοῦ γάμου ἴδια· οὔτε γὰρ ἰατρὸς τὰ μὴ ὄντα θεραπεύει πάθη, οὔτε νόμος τὰ μὴ γινόμενα τιμωρεῖται κακά.

4.t Κεφάλαιον δʹ Ὅτι πάντα τὰ κατὰ τὸν βίον ἄτοπα τὴν ἀρχὴν ἀπὸ

τοῦ γάμου ἔχει· ἐν ᾧ καὶ οἷος ὁ κατὰ ἀλήθειαν ἀποταξάμενος τῷ βίῳ ἐστίν. 4.1 Μᾶλλον δὲ τί χρὴ μικρολόγως τοῦ τοιούτου βίου τὴν ἀτοπίαν

ἐλέγχειν, ἐν μόναις μοιχείαις καὶ διαστάσεσι καὶ ἐπιβουλαῖς περιορίζοντας τὴν τῶν συμφορῶν ἀπα ρίθμησιν; ∆οκεῖ γάρ μοι τῷ ὑψηλοτέρῳ καὶ ἀληθεστέρῳ λόγῳ πᾶσα ἡ τοῦ βίου κακία ἡ πᾶσι πράγμασι καὶ ἐπιτηδεύ μασιν ἐνθεωρουμένη μηδεμίαν εὑρίσκειν ἀρχὴν κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς, εἴ τις ἑαυτὸν μὴ ὑπαγάγοι τῇ ἀνάγκῃ τοῦ βίου τούτου. Οὕτω δὲ ἡμῖν ἡ ἀλήθεια τοῦ λόγου φανε ρωθήσεται· ὁ τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας κα θαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ καὶ ὑψηλότερος τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος καί, καθώς φησιν ὁ ἀπόστολος, καθάπερ τινὰ δυσώδη σκύβαλα τὰ πάντα περιορῶν καὶ τρόπον τινὰ τοῦ βίου παντὸς διὰ τῆς τοῦ γάμου ἀναχω ρήσεως ἑαυτὸν ἐξοικίσας οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὰ κακὰ τὰ ἀνθρώπινα, πλεονεξίαν λέγω καὶ φθόνον ὀργήν τε καὶ μῖσος καὶ κενῆς δόξης ἐπιθυμίαν καὶ τὰ ἄλλα ὅσα τοῦ τοιούτου γένους ἐστί. Πάντων δὲ τῶν τοιούτων τὴν ἀτέλειαν ἔχων καὶ διὰ πάντων ἐλευθεριάζων καὶ εἰρηνεύων τῷ βίῳ, οὐκ ἔστιν ἐφ' ᾧτε καὶ φιλονεικήσει περὶ τοῦ πλείονος ἢ ἐπὶ τίνι καθ' ἑαυτοῦ κινήσει τοῖς γειτνιῶσι τὸν φθόνον ὁ μηδενὸς τῶν τοιούτων ἁπτόμενος, οἷς ὁ φθόνος ἐν τῇ ζωῇ περιφύεται; παντὸς γὰρ τοῦ κόσμου τὴν ἑαυτοῦ ψυχὴν ὑπεράρας καὶ μόνον τίμιον ἑαυτῷ κτῆμα νομίζων τὴν ἀρετήν, ἄλυπόν τινα καὶ εἰρηνικὸν καὶ ἄμαχον βιοτεύσει βίον. Τῆς γὰρ ἀρετῆς ἡ κτῆσις, κἂν πάντες μετέχωσιν αὐτῆς ἄνθρωποι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος, ἀεὶ πλήρης τοῖς ἐπιθυμοῦσίν ἐστιν, οὐ κατὰ τὴν ἐπὶ τῆς γῆς κτῆσιν, ἣν οἱ διαιροῦντες εἰς τμήματα, ὅσον ἂν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ὑφείλοντο τῆς ἑτέρας, καὶ ὁ πλεονασμὸς τοῦ ἑνὸς ἐλάττωσίς ἐστι τοῦ συμμετέχοντος· ὅθεν καὶ αἱ περὶ τοῦ πλείονος μάχαι διὰ τὸ πρὸς τὸ ἐλατ τοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίστανται. Ἐκείνου δὲ ἀνεπίφθονός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος καὶ ὁ τὸ πλεῖον ἁρπάσας οὐδεμίαν ἤνεγκε ζημίαν τῷ συμμετασχεῖν ἀξιοῦντι τῶν ἴσων, ἀλλ' ὅσον ἐστί τις χωρητικός, αὐτός τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας καὶ ὁ πλοῦτος τῶν ἀρετῶν ἐν τοῖς προλαβοῦσιν οὐκ ἀναλίσκεται.