1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

9

ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ πάντως καὶ ἀλλοιωτά. Τρεπτὴ οὖν οὖσα ἡ ὕλη τῷ θείῳ προστάγματι ζωοῦται καὶ φθείρεται καὶ πάλιν ζωοῦται· ὥστε οὐχ ἡ φθορὰ δημιουργεῖ γένεσιν, ἀλλὰ τὸ θεῖον πρόσταγμα ζωοῖ καὶ γενεσιουργεῖ. 25 Εἰπὲ δὲ καὶ τοῦτο· Τὰ ἐκ τοῦ φωτὸς ὅρια φωτὸς πεπλήρωται ἢ οὔ; Μανιχαῖος· Παντί που δῆλον, ὡς φωτὸς πεπλήρωται. Ὀρθόδοξος· Τὸ φῶς καὶ τὸ σκότος δεκτικὰ ἀλλήλων εἰσὶν ἢ ἀνεπίδεκτα; Μανιχαῖος· ∆εκτικά. Ὀρθόδοξος· Οὐκοῦν οὔκ εἰσι φύσει, ὅ εἰσι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται, καὶ ἡ φύσει ζωὴ ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ὡμίλησε φωτὶ τὸ σκότος καὶ οὐ διελύθη; Εἶτα ὁ τόπος τοῦ φωτὸς ἐπεπλήρωτο τοῦ ἀγαθοῦ καὶ τοῦ φωτὸς ἢ οὔ; Μανιχαῖος· Ἐπεπλήρωτο. Ὀρθόδοξος· Πῶς οὖν ἐχωρήθη τὸ σκότος; Οὐ γὰρ μεδιμναῖον ἀγγεῖον χωρήσει διμέδιμνον, τουτέστιν ἀγγεῖον ἑνὸς μοδίου χωρητικὸν οὐκ ἂν δύο χωρήσει μοδίους. 26 Εἶτα εἰσελθόντες οἱ τοῦ σκότους καρποὶ εἰς τὰ τοῦ φωτὸς ὅρια τί πεποιήκασιν ἢ τί πεπόνθασιν; Μανιχαῖος· Εἶδον τὸ φῶς καὶ ἠγάσθησαν καὶ προσεκίσσησαν αὐτῷ καὶ εἰς ἔρωτα αὐτοῦ ἦλθον. Ὀρθόδοξος· Ὢ σκοτεινοὶ καὶ ἀνόητοι. Τυφλὸν τὸ σκότος ἢ φωτεινόν; Μανιχαῖος· Τυφλόν. Ὀρθόδοξος· Καὶ πῶς ὁρᾶν δύναται τὸ τυφλὸν ἢ πῶς τὸ παντελῶς κακὸν θαυμάσει ἢ ἐρασθήσεται τοῦ ἀγαθοῦ; 27 Ὅμως αὗται αἱ δύο ἀρχαὶ φθαρτικαὶ ἀλλήλων εἰσί; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Οὐκοῦν οὐ μόνη ἡ κακία ἐστὶ φθορά, ἀλλὰ καὶ ὁ ἀγαθός. Μανιχαῖος· Ἡ μὲν κακία φθορά, ὁ δὲ ἀγαθὸς ζωή. Ὀρθόδοξος· Οὐκοῦν ἡ μὲν κακία φθείρει τὸν ἀγαθὸν καὶ οὐχ ὑφίσταται, ὁ δὲ ἀγαθὸς ζωοῖ τὴν κακίαν, καὶ ὑποστήσεται μὲν ἡ κακία, ἀπωλεῖται δὲ ὁ ἀγαθός. Ὡς οὖν ἔφης, ἡ ὕλη κακὸν καὶ φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνίσταται μὲν ἑαυτῷ, οὐ παντελῶς κακόν, οὐ παντελῶς φθορά· συνιστῶν γὰρ ἑαυτῷ, κατὰ τοῦτο οὐκ ἔσται κακόν. Εἰ δὲ παντελῶς κακὸν καὶ παντελῶς φθορά, καὶ ἑαυτοῦ ἔσται ἀναιρετικὸν καὶ ἀνύπαρκτον. -Ἔκθου δὲ ἡμῖν καί, ὃν ἔφης, συγκράσεως λόγον. 28 Μανιχαῖος· Ἦν, ὡς ἔφην, θεὸς καὶ ὕλη, ἕκαστον ἐν τοῖς οἰκείοις ὅροις, ὁ μὲν ἀγαθὸς θεός, ζωή, φῶς, κίνησις, γνῶσις, νόησις καὶ πᾶν ἀγαθόν, ἡ δὲ ὕλη κακία, φθορά, σκότος, θάνατος, ἐν ἠρεμίᾳ καὶ ἡσυχίᾳ καὶ ἀκινησίᾳ παντελεῖ. Εἶτα μετὰ πολλοὺς αἰῶνας ἐστασίασεν ἡ ὕλη πρὸς ἑαυτὴν καὶ οἱ ταύτης καρποὶ πρὸς ἀλλήλους, καὶ οὕτω τῶν μὲν διωκόντων, τῶν δὲ διωκομένων, καὶ ἦν, ὡς ἔφην, θεὸς καὶ ὕλη, τουτέστι δύο ἀρχαί· καὶ τοῦ μὲν φωτὸς μέρος ἐστὶν ἡ ψυχή, τοῦ δὲ σκότους καὶ τῆς ὕλης δημιούργημα τὸ σῶμα. Ἡ δὲ μίξις οὕτως ἐγένετο. Καὶ ἕκαστον αὐτῶν ἀνὰ μέρος ἦν, καὶ ὁ μὲν ἀγαθὸς ἐν ἑνὶ μέρει ἦν, ὁ δὲ πονηρὸς ἐν τρισίν. Εἶτα ἐκινήθη ὁ πονηρὸς ἀτάκτῳ ὁρμῇ ἐκ τῶν ὁρίων αὐτοῦ καὶ ἦλθεν εἰς τὰ ὅρια τοῦ ἀγαθοῦ, καὶ γνοὺς ὁ ἀγαθὸς προέβαλεν ἐξ ἑαυτοῦ δύναμιν λεγομένην μητέρα ζωῆς, καὶ ἡ μήτηρ τῆς ζωῆς προεβάλετο τὸν πρῶτον ἄνθρωπον, τοῦτον δὲ τὸν πρῶτον ἄνθρωπον λέγω τὰ πέντε στοιχεῖα, ἅτινά ἐστιν ἀήρ, ἄνεμος, φῶς, ὕδωρ καὶ πῦρ. Ταῦτα οὖν ἐνδυσάμενος ἀπῆλθε καὶ ἐπολέμησε τῷ σκότει. Οἱ δὲ τοῦ σκότους ἄρχοντες ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ μέρος, ὅ ἐστι ψυχή· κατέσχον δὲ καὶ τὸν πρῶτον ἄνθρωπον, καὶ ἐβασανίζετο ὑπ' αὐτῶν ὢν ἐν τῷ σκότει καὶ ἐβόησε πρὸς τὸν ἀγαθόν, καὶ προεβάλετο ἄλλην δύναμιν λεγομένην ζῶν πνεῦμα. Καὶ κατῆλθε καὶ ἔδωκε δεξιὰν τῷ πρώτῳ ἀνθρώπῳ καὶ ἀνήγαγεν αὐτόν. Ἀφῆκε δὲ κάτω τὸ μέρος, ὃ ἔφαγον οἱ ἄρχοντες, τουτέστι τὴν ψυχήν· ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς οὐσίας τῆς κακίας τὰ σώματα. 29 Ὀρθόδοξος· Εἰ κατὰ τὸν θεῖον ἀπόστολον οὐκ ἔστι κοινωνία φωτὶ πρὸς σκότος, πῶς ἐγένετο σύγκρασις ψυχῆς καὶ σώματος; Καὶ αὐτὴ δὲ ἡ πεῖρα, ἥτις ἐστὶ τῶν