1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

24

»πάντα γάρ, ὅσα ἠθέλησεν, ἐποίησεν ὁ κύριος»-, καὶ τοῦτο ἀγαθόν φαμεν, ὃ θέλει· οὐ γὰρ τὰ ποιήματα κρίνει τὸν ποιήσαντα. Ἀλλ' οὐδὲ ἴσμεν τὸν λόγον τῆς προνοίας αὐτοῦ· «τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Εἰ ἔγνωστο ἡ βουλὴ αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ, οὐκ ἦν θεὸς οὐδὲ θαυμαστός. Ὥσπερ γὰρ ἡ οὐσία αὐτοῦ ἀκατάληπτος, οὕτω καὶ ἡ θέλησις καὶ ἡ πρόνοια αὐτοῦ. Εἰ γὰρ τὰ τῶν ἀνθρώπων οὐδεὶς ἐπίσταται εἰ μὴ τὸ πνεῦμα ἑκάστου τὸ ἐν αὐτῷ, ἀλλ' οὐδὲ πάντα τὰ ἑαυτοῦ ἕκαστος τῶν ἀνθρώπων ἐπίσταται-οὐ γὰρ τὸ μέλλον γινώσκει οὐδέ, τί βούλεται ἢ τί θελήσει καὶ βουληθῇ αὔριον, ἐπίσταται-, πῶς οὖν τὸ τοῦ θεοῦ θέλημα καὶ τὴν αὐτοῦ βουλὴν γνώσεται, ὃς πολλάκις καί, ὧν ἐβουλεύσατο, εἰς λήθην ἔρχεται; 78 Προνοεῖται ὁ θεὸς κατὰ τὴν αὐτοῦ πρόγνωσιν τῶν ἁπάντων. Καὶ δοκεῖ μὲν ἡμῖν τοῖς μὴ εἰδόσι μηδὲ τὰ μέλλοντα μηδὲ τὰ προγεγονότα μηδὲ πάντα τὰ ἐνεστῶτα ἀνώμαλος ἡ κυβέρνησις αὐτοῦ, ὁμαλὴ δέ ἐστι καὶ ἀγαθὴ καὶ δικαία τῷ ὄντι. Προγινώσκων γὰρ τὰ ἐφ' ἡμῖν ὡς ὄντα τὰ ἐσόμενα δικαίως, ὡς αὐτὸς θέλει καὶ βούλεται, κρίνει· οὐ γάρ, ὡς ὁρᾷ ἄνθρωπος, ὄψεται ὁ θεός. «Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὁρᾷ, θεὸς δὲ εἰς καρδίαν.» Ἡμεῖς καὶ τὸ ὑπὸ πάντων κρινόμενον δίκαιον πολλάκις ἄδικον ὁρῶμεν διὰ πρόληψιν κακίας καὶ διὰ τὸ μὴ τὸ αὐτὸ πᾶσιν ἀρεστὸν εἶναι· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ἀρεστόν, ἀλλ' ἕτερον ἑτέρῳ. Κρίνει δὲ ὁ θεὸς οὐκ ἐκ μεταμελείας ἢ ἐπιγνώσεως, ἀλλ' ἐκ προγνώσεως. Προεγνωκὼς γὰρ ὁ θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν προώρισεν ἑκάστῳ δικαίως καὶ προνοητικῶς καὶ συμφερόντως κατάλληλα τοῖς ἐφ' ἡμῖν τὰ οὐκ ἐφ' ἡμῖν. Ἄλλο γάρ ἐστι γνῶσις καὶ ἄλλο πρόγνωσις καὶ ἄλλο ἐπίγνωσις καὶ ἄλλο ὁρισμὸς καὶ ἄλλο προορισμός. Γνῶσις μὲν γάρ ἐστι τὸ εἰδέναι τὰ ὄντα ἢ τὰ γινόμενα, πρόγνωσις δὲ τὸ εἰδέναι τὰ ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ἐπίγνωσις δέ ἐστιν ἡ μετὰ ψευδῆ γνῶσιν ἐπιγινομένη ἀληθὴς γνῶσις· καὶ ὁρισμὸς μέν ἐστι κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς γεγενημένοις, προορισμὸς δὲ κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς ἐσομένοις. 79 Προειδὼς οὖν ὁ θεὸς τὰ ἐσόμενα ὑφ' ἡμῶν ἑκουσίως ἤγουν τὰ ἐφ' ἡμῖν, ἀρετήν φημι καὶ κακίαν, προορίζει τὰ οὐκ ἐφ' ἡμῖν. Καὶ ἡ μὲν προγνωστικὴ δύναμις τοῦ θεοῦ οὐκ ἐξ ἡμῶν ἔχει τὴν αἰτίαν, τὸ δὲ προγνῶναι, ἃ μέλλομεν ποιεῖν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἐμέλλομεν ποιεῖν, οὐδὲ αὐτὸς προεγίνωσκε τὸ μὴ ἐσόμενον. Καὶ ἡ μὲν πρόγνωσις τοῦ θεοῦ ἀληθής ἐστι καὶ ἀπαράβατος, ἀλλ' οὐκ αὐτή ἐστιν ἡ αἰτία τοῦ γενέσθαι πάντως τὸ ἐσόμενον, ἀλλ', ὅτι μέλλομεν ποιεῖν τόδε ἢ τόδε, προγινώσκει. Προγινώσκει δὲ πολλά, ἃ οὐκ ἔστιν αὐτῷ ἀρεστά, καὶ οὐκ αὐτὸς αἴτιος τούτων. Ὡς οὐδὲ ἰατρὸς αἴτιος τῆς νόσου, εἰ προγνῶ, ὅτι μέλλει τις νοσεῖν, ἀλλὰ τὸ μὲν νοσῆσαι ἄλλης αἰτίας τῆς ποιούσης τὴν νόσον, ἡ δὲ πρόγνωσις τοῦ ἰατροῦ τῆς ἐν αὐτῷ τέχνης· οὕτω καὶ τὸ ἐσόμενον ὑφ' ἡμῶν οὐκ ἐκ τοῦ θεοῦ τὴν αἰτίαν ἔχει, ἀλλὰ τὸ αὐτεξούσιον ἡμῶν θέλημα· οὐ κακὸν δὲ τὸ αὐτεξούσιον, εἰ, ὡς ἐδόθη ἡμῖν καὶ ἐφ' ᾧ ἐδόθη, χρησόμεθα αὐτῷ. Τὸ δὲ προγνῶναι τὸν θεὸν τῆς προγνωστικῆς αὐτοῦ δυνάμεως. Ἀλλ' οὐδὲ αἱ τιμωρίαι ἡμῶν τὸν θεὸν ἔχουσιν αἴτιον. Οὐ γὰρ ὁ κριτής ἐστι τῆς τιμωρίας τοῦ πονηροῦ αἴτιος, εἰ καὶ αὐτὸς θέλων κρίνει, ἀλλ' αἴτιος μέν ἐστιν ὁ πταίσας τῆς ἑαυτοῦ τιμωρίας, ὁ δὲ κριτὴς τῆς δικαιοσύνης αἴτιος· ἀγαθὸν δὲ ἡ δικαιοσύνη. Εἰ γὰρ θέλων κρίνει, ἀλλ' οὐ κατὰ προηγούμενον θέλημα, ἀλλὰ κατὰ τὸ ἑπόμενον. Προηγούμενον οὖν ἐστι θέλημα, ὅπερ τις ἀφ' ἑαυτοῦ θέλει, ἑπόμενον δέ, ὅπερ ἐκ τῆς τῶν γινομένων αἰτίας· προηγουμένως γὰρ ἐξ ἑαυτοῦ «θέλει ὁ θεὸς πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Ἁμαρτανόντων δὲ ἡμῶν θέλει παιδεύεσθαι ἡμᾶς πρὸς τὸ συμφέρον. Καὶ τὸ μὲν προηγούμενον θέλημα τοῦ θεοῦ τῆς ἀγαθότητός ἐστι, τὸ δὲ