1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

22

τοῦ ἀγαθοῦ. Ἐνταῦθα μὲν οὖν περὶ ἄλλα τὴν ὄρεξιν ἔχοντες καὶ ἐπιτυγχάνοντες κἂν ποσῶς ἡδώμεθα, ἐκεῖσε δέ, ὅταν «ὁ θεὸς εἴη τὰ πάντα ἐν πᾶσι», μὴ βρώσεως οὔσης, μὴ πόσεως μηδέ τινος σαρκικῆς ἡδονῆς μηδέ τινος ἀδικίας οἱ μηδὲ τὰς συνήθεις ἡδονὰς ἔχοντες μηδὲ τῶν ἐκ θεοῦ δεκτικοὶ ὄντες ὀδυνῶνται ἀνηκέστως, οὐ τοῦ θεοῦ κόλασιν ποιήσαντος, ἀλλὰ ἡμῶν ἑαυτοῖς τὴν κόλασιν εὐτρεπισάντων, ἐπεὶ οὐδὲ θάνατον ὁ θεὸς ἐποίησε, ἀλλ' ἡμεῖς ἑαυτοῖς τοῦτον ἐπεσπασάμεθα. Φύσει μὲν γὰρ πᾶν σύνθετον διαλύεται, ἀλλ' ὅσον θεῷ διὰ θεωρίας ἥνωτο ὁ Ἀδάμ, ἐν ἑαυτῷ εἶχε τὴν ζωὴν ὑπὲρ φύσιν ζωοποιοῦσαν τὴν θνητὴν αὐτοῦ φύσιν. Ὅτε δὲ ἀπέστη τῆς πρὸς τὴν ζωὴν ἤγουν τὸν θεὸν ἑνώσεως, ἦλθεν ἐκ τῆς ὑπὲρ φύσιν ἀφθαρσίας εἰς τὴν κατὰ φύσιν τοῦ συνθέτου διάλυσιν, ὅπερ ἐστὶ θάνατος. 72 Ἐπειδὴ δέ τινές φασιν, ὡς ἔδει τὸν θεὸν προειδότα τοὺς ἁμαρτήσοντας καὶ μὴ μετανοήσοντας καὶ κριθησομένους μὴ παραγαγεῖν αὐτοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι- οὐ γὰρ ἀγαθοῦ ποιῆσαι καὶ κολάσαι-, φαμὲν πρὸς αὐτοὺς πρῶτον μὲν τὸ τοῦ ἀποστόλου· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκεν;» Ὃ γὰρ θέλει, τοῦτό ἐστιν ἀγαθόν· «Καὶ ἐξουσίαν ἔχει ὁ κεραμεὺς ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν.» Αὐτὸς μὲν γάρ ἐστιν ὁ ποιῶν τούς τε δικαίους καὶ τοὺς ἁμαρτωλούς-ἀλλ' οὐκ αὐτὸς ποιεῖ αὐτοὺς δικαίους ἢ ἁμαρτωλούς-ἢ τιμίους ἢ ἀτίμους· φησὶ γὰρ ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ, προαριθμήσας τὰς κακίας, ἐπάγει λέγων· «Ὅστις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, γέγονε σκεῦος ἐκλογῆς.» Αὐτεξούσιοι γὰρ γενόμενοι ἐξουσίαν ἔχομεν καθᾶραι ἑαυτοὺς ἐκ τῶν αἰσχίστων παθῶν καὶ μολῦναι ἑαυτούς. Ὅμως πάντας ὁ θεὸς ἀγαθοὺς ἐποίησεν. Αὐτὸς μὲν οὖν καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι πᾶσι παρέχει ὥσπερ ἥλιος ἐφαπλῶν τὰς ἀκτῖνας τῆς ἀγαθότητος αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Καὶ τὸ μὲν εἶναι οὐκ ἔστιν ἐφ' ἡμῖν λαβεῖν, τὸ δὲ εὖ εἶναι ἐφ' ἡμῖν ἐστιν. Ἂν τοίνυν θελήσωμεν καὶ ποθήσωμεν, μετέχομεν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἐν φωτὶ εἰς αἰῶνας ἐσόμεθα. Ἐὰν δὲ ῥαθυμήσωμεν καὶ ἑαυτοὺς τυφλώσωμεν καὶ μὴ ποθήσωμεν αὐτόν, ἀμέτοχοι αὐτοῦ ἐσόμεθα. Οὐκ ἔδει οὖν διὰ τὴν ἡμετέραν ῥαθυμίαν αὐτὸν ἀμετάδοτον γενέσθαι τῶν τῆς ἀγαθότητος αὐτοῦ δωρεῶν, ὧν πρώτη ἐστὶ τὸ εἶναι, οὐδὲ ἔδει τὴν ἡμετέραν κακίαν νικῆσαι καὶ ἀνενέργητον ποιῆσαι τὴν ἀγαθότητα αὐτοῦ. Εἰ γὰρ τοῦτο ἦν, οὐδὲν ἂν τῶν ὄντων ἐγένετο· οὐδὲν γὰρ τῶν ὄντων ἀξίως πολιτεύεται τῆς ἀγαθότητος αὐτοῦ. ∆ικαίως γὰρ πρὸς αὐτὸν συγκρινόμενα τὰ πάντα ἀνάξια τοῦ εἶναί εἰσιν. 73 Ὅμως οὐ μόνον ἀγαθός ἐστιν ὁ θεός, ἀλλὰ καὶ δίκαιος καὶ ὁρῶν τὰ πάντα μήπω γενόμενα ὡς ὄντα. Ὁ καλῶν γάρ, φησί, «τὰ μὴ ὄντα ὡς ὄντα.» Εἰ μὲν ὤφειλε δι' ἀγαθότητα μὴ ποιῆσαι τοὺς κολαζομένους, μᾶλλον δι' ὑπερβάλλουσαν ἀγαθότητα ὤφειλε καὶ ποιῆσαι αὐτοὺς καὶ μὴ κολάσαι, ἀλλὰ συγχωρῆσαι αὐτοῖς ἁμαρτάνουσιν· αὐτὸς γὰρ κύριος ἀμφοτέρων ἐστί, καὶ τοῦ ποιῆσαι καὶ τοῦ συγχωρῆσαι. Εἰ δὲ δίκαιόν ἐστι τὸ κολάζεσθαι τοὺς ἁμαρτάνοντας, δίκαιον ἦν καὶ γενέσθαι αὐτούς. Ὁρᾷ γὰρ «τὰ μὴ ὄντα ὡς ὄντα» ὁ θεὸς καὶ οὐκ ἐκ τῆς ἀποβάσεως τῶν πραγμάτων κρίνει, ἀλλ' ἐκ τῆς προγνώσεως τῶν ἐσομένων. Ἐπεὶ οὐδὲ ἐκ τῆς ἀποβάσεως τῶν γινομένων γινώσκει, ἀλλὰ προγινώσκει τὰ ἐσόμενα καὶ κατὰ τὴν πρόγνωσιν αὐτοῦ προορίζει. Πῶς δὲ καὶ προγινώσκει τὸ μὴ ἐσόμενον; Εἰ γὰρ προέγνω τὸν ἁμαρτάνοντα καὶ μὴ ἐποίησεν αὐτόν, οὐ πρόγνωσις ἦν, ἀλλὰ πλάνη· ὥσπερ γὰρ ἡ γνῶσις τῶν ὄντων ἐστίν, οὕτω καὶ ἡ πρόγνωσις τῶν πάντως ἐσομένων ἐστί. 74 Μὴ οὖν κρίνωμεν τὸν θεόν· οὐ γὰρ οἴδαμεν τὴν βουλὴν αὐτοῦ. «Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Οὐ γὰρ πᾶσαν τὴν βουλὴν αὐτοῦ