1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

4

ὁ δὲ ἀγαθὸς τὴν ψυχήν, καὶ ἓν ζῷον, τὸν ἄνθρωπον, ἀπετέλεσαν; Εἰ δὲ κατὰ μίμησιν ὡς πρωτότυπον εἰκόνος αἴτιον τὸ εἰκονιζόμενον, ἄλλοι κόσμοι εἰσὶν αἱ καθ' ὑμᾶς ἀρχαί, ὧν καθ' ὁμοίωσιν γέγονεν ὁ κόσμος. Οὐ γὰρ ἓν εἶδος οὐδὲ μία ἢ δύο μορφαὶ ἐν τοῖς οὖσιν, ἀλλὰ ἀναρίθμητοι. Καὶ πῶς τὰ ἀναρίθμητα εἴδη τῶν δύο παρ' ὑμῖν ἀρχῶν εἰκόνες εἰσίν; Οὕτως ἀδύνατον καὶ ἀσύστατον τὸ παρ' ὑμῖν περὶ τῶν δύο ἀρχῶν φρόνημα. Ἐρωτήσατε γὰρ τὴν ἀπειρόκακον τῶν παίδων πληθύν· Ἡ δυὰς ἀρχὴ ἢ ἡ μονάς; Καὶ ἐροῦσιν, ὡς ἡ μονὰς ἀρχὴ παντὸς ἀριθμοῦ. Ὢ νηπίων νηπιωδέστεροί τε καὶ ἀφρονέστεροι. 11 Καὶ τοῦτο δὲ ἡμῖν ἐρωτῶσιν εἴπατε· Ἡ πολυαρχία ἐστὶ καλὸν καὶ στάσιμον καὶ τακτικὸν ἢ ἡ μοναρχία; Πᾶσι δῆλον, ὡς ἡ πολυαρχία ἀναρχία ἐστὶ καὶ στασιώδης καὶ πολέμου καὶ μάχης καὶ κακῶν αἰτία καὶ λύσεως, ἡ δὲ μοναρχία βεβαία καὶ ἔννομος καὶ εἰρήνης αἰτία καὶ τάξεως καὶ γαλήνης καὶ δικαιοσύνης καὶ τῆς ἐπὶ τὸ κρεῖττον αὐξήσεως. Εἰ οὖν δύο ἀρχαὶ ἄναρχοι καθ' ὑμᾶς, πολυαρχία ἀρχὴ τῶν ὄντων, καὶ ἀρχὴ τῶν πάντων κακία, καὶ οὕτω μία ἀρχὴ ἡ κακία. Πῶς δὲ καὶ ἀκοινωνήτους παντελῶς λέγετε τὰς δύο ἀρχάς, ἃς αὐτοὶ ἀνεπλάσατε. Εἰ γὰρ καὶ αὐτή ἐστι κἀκείνη καὶ ἡ αὐτὴ οὐσία ἐστὶν ἄναρχος ἀρχὴ καὶ ἀίδιος κἀκείνη ὁμοίως, οὔκ εἰσι παντελῶς ἀκοινώνητοι. Κοινωνοῦσι γὰρ κατά τε τὸ εἶναι καὶ κατὰ τὸ οὐσία καὶ ἄναρχος ἀρχὴ καὶ ἀίδιος εἶναι, καὶ κατὰ πάντα ψευδὴς ὁ λόγος ὑμῶν ἀποδέδεικται. 12 Καὶ πάλιν· Εἰ δύο ἀρχαὶ ἄναρχοι, ἕκαστον ἐπὶ τῷ οἰκείῳ χαίρει καὶ τέρπεται καὶ τὴν ἑαυτοῦ σύστασιν ἀγαθὸν λογίζεται· ἑκάστῳ γὰρ ἀγαθόν ἐστι, τὸ συστατικὸν τῆς οἰκείας φύσεως. Καὶ ὁ παρ' ὑμῖν οὖν ἀγαθὸς καὶ ὁ παρ' ὑμῖν πονηρός, ἕκαστος ἐφ' ἑαυτῷ χαίρει καὶ τοῖς οἰκείοις ἐπιτέρπεται καὶ τὰ οἰκεῖα ἀγαθὰ λογίζεται. Τίς οὖν ὁ κρίνας τὸν ἕνα ἀγαθὸν καὶ τὸν ἕτερον πονηρόν; Κἀκεῖνος μᾶλλόν ἐστι θεός, μείζων ἀμφοτέρων· τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ τὸ ἀρχόμενον ὑπὸ τοῦ ἄρχοντος κρίνεται. 13 Εἰπὲ δὲ καὶ τοῦτο· Κοινωνοῦσιν ἀλλήλαις αἱ παρ' ὑμῖν δύο ἀρχαὶ ἢ παντελῶς εἰσιν ἀκοινώνητοι; Μανιχαῖος· Ἀκοινώνητοι ἦσαν παντελῶς· ἡ μὲν γὰρ μία ἐν πληρώματι τῶν ἀγαθῶν ἦν, ἡ δὲ ἑτέρα ἐν πληρώματι τῶν κακῶν, ἀλλ' ἐγένετο μετὰ ταῦτα σύγκρασις. Ὀρθόδοξος· Ἀναβαλοῦ τέως τὸν τῆς συγκράσεως λόγον. Φράσον δὲ ἡμῖν πρότερον· Τὸ ὂν τῷ ὄντι κατὰ τὸ εἶναι ἐναντίον ἢ τὸ μὴ ὂν τῷ ὄντι; Μανιχαῖος· Τὸ ὂν κακὸν τῷ ὄντι ἀγαθῷ ἐναντίον. Ὀρθόδοξος· Οὐκ ἠρώτησα, εἰ κατὰ τὸ κακὸν καὶ ἀγαθόν εἰσιν ἐναντία, ἀλλὰ τὸ εἶναι. Τὰ γὰρ ὄντα οὐ παντελῶς ἐναντία· κατὰ γὰρ αὐτὸ τὸ εἶναι κοινωνοῦσιν ἀλλήλοις, τῷ δὲ ὄντι τὸ μὴ εἶναι ἐναντίον. Ὥστε, εἰ παντελῶς ἐναντίον τῷ ἀγαθῷ τὸ κακόν, ἔστι δὲ τὸ ἀγαθόν, οὐκ ἔστι τὸ κακόν. Ὥστε τὸ κακὸν στέρησίς ἐστι τοῦ εἶναι καὶ κακὸν λέγεται· καὶ εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ κακὸν ἢ οὐ πάντη ἐναντία. 14 Μανιχαῖος· Εἶτα· Οὐχ ὁρᾶται κακία ἐν τοῖς οὖσιν; Ὀρθόδοξος· Ἡ παντελὴς κακία οὐχ ὁρᾶται ἐν τοῖς οὖσιν· οὔτε γὰρ ὁ θεὸς ὁ ὄντως ὢν καὶ τοῦ εἶναι αἴτιος κακία οὔτε τι τῶν γεγονότων, καθὸ γέγονε, κακόν, ἀλλὰ τό τε τῶν πάντων αἴτιον ἀγαθὸν καὶ πάντα τὰ γενόμενα ὑπ' αὐτοῦ ἀγαθά. Πάντα δὲ τὰ ὄντα ὑπ' αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη καὶ πάντα καλὰ καὶ λίαν καλά. Τὸ δὲ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀποβολὴ καὶ στέρησις ἑκούσιος τῶν ὑπὸ θεοῦ τῇ λογικῇ φύσει δεδωρημένων, ὥσπερ πενία πλούτου ἀποβολή· πλοῦτος μὲν γάρ ἐστιν ὄντων κτῆσις χρυσοῦ καὶ ἀργύρου καὶ λίθων διαυγῶν καὶ ἐσθῆτος διαφόρου, παίδων καὶ παιδισκῶν, ἀλόγων καὶ ἀρουρῶν καὶ τῶν τοιούτων, ὧν ἕκαστον οὐσία ἐστί. ∆ιὸ καὶ πλούσιος λέγεται ὁ ταῦτα κτησάμενος· οἷόν τις πολυούσιος πολλὴν ἔχων περὶ ἑαυτὸν οὐσίαν. Ἡ δὲ πενία μερικὴ μὲν μερικὴ