1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

25

ἑπόμενον τῆς δικαιοσύνης αὐτοῦ. 80 Ὅτι δὲ προώρισεν ὁ θεὸς τὰ πάντα κατὰ τὴν πρόγνωσιν αὐτοῦ, οὕτως γνωσόμεθα. Ἄτρεπτον τὸ θεῖον καὶ οὐκ ἐξ ἐπιγνώσεως κρῖνον, ἀλλ' ἐκ προγνώσεως. Εἰ οὖν καθ' ἡμέραν κρίνει καὶ ὁρίζει, καθ' ἡμέραν γινώσκει τὸ γινόμενον καί, ὥς τινές φασι, καὶ μεταμελεῖται καὶ προστίθησιν ἔτη ζωῆς, μὴ εἰδότες, τί φασιν. Εἰ γὰρ μεταμελεῖται καὶ προστίθησι, τρεπτὸν ἔχει καὶ τὸ θέλημα καὶ τὴν γνῶσιν, καὶ τοῦτο ἀνάξιον τοῦ θεοῦ. Εἰ δὲ λέγεται προστεθεικέναι τῷ Ἐζεκίᾳ κατὰ τὴν γραφήν, ἀλλ' οὐκ ἀγνοῶν οὐδὲ μὴ προορίσας προσέθηκεν, ἀλλ' αὐτὸς μὲν καὶ προέγνω καὶ προώρισε τὰ κατὰ τὸν Ἐζεκίαν· προνοητικῶς δὲ ἐσχηματίσατο οἰκονομῶν τὴν σωτηρίαν ἡμῶν, ἵνα δείξῃ, πόσον δύναται ἡ μετάνοια. Μεταμελεῖσθαι δὲ λέγεται ἐκ τῶν καθ' ἡμᾶς. Ἡ γὰρ γραφὴ ἀνθρωπικώτερον περὶ θεοῦ διαλέγεται πρὸς τὴν νηπιότητα τῶν ἀκουόντων. Ὥσπερ γὰρ λέγεται· «Ἵνα τί ὑπνοῖς, κύριε;» -οὐχ ὑπνοῖ δὲ ὁ θεός, ἀλλὰ τὴν ἀνοχὴν καὶ τὴν μακροθυμίαν αὐτοῦ καὶ τὴν ὑπέρθεσιν τῆς βοηθείας αὐτοῦ ὕπνον ἐκάλεσε· παρ' ἡμῖν γὰρ οἱ ὑπνοῦντες οὐ βοηθοῦσιν-, οὕτω καὶ μεταμέλειαν· ἡμεῖς γάρ, ὅταν δῶμέν τινι πλοῦτον καὶ κακῶς ἐκεῖνος χρήσηται αὐτῷ, μεταμελούμεθα. Οὕτως τοῦ θεοῦ τὸν ἄνθρωπον ποιήσαντος καὶ τὸν Σαοὺλ χρίσαντος εἰς βασιλέα καὶ ἁμαρτησάντων αὐτῶν μεταμελεῖσθαι λέγεται, οὐ τοῦ θεοῦ μεταμεληθέντος-προῄδει γὰρ τὸ ἐσόμενον-, ἀλλὰ τούτων ἄξια μεταμελείας πραξάντων. Ἀγωνισώμεθα οὖν ποιῆσαι τὸ ἀγαθὸν καὶ ἀγαθοὶ γενέσθαι, ἵνα ὦμεν τῶν προεγνωσμένων ἀγαθῶν καὶ προωρισμένων εἰς ζωὴν αἰώνιον. 81 Ἰστέον δέ, ὡς ἀγαθὸν μέν ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα-ταυτὸν δέ ἐστι καὶ ἀρετή-, κακία δὲ ἡ τῆς τάξεως λύσις ἤγουν ἀταξία. ∆ισσῶς δὲ τὸ ἀγαθὸν λέγεται· ἢ τὸ ὄντως ἀγαθὸν ὡς ἡ ῥηθεῖσα τάξις ἢ καὶ τὸ δοκοῦν ἀγαθόν, ἡ κατ' αἴσθησιν ἡδονὴ παρὰ τὴν προειρημένην τάξιν, ὅπερ οὐκ ἀγαθόν ἐστιν, ἀλλὰ μᾶλλον κακόν. Καὶ ἡ κακία δὲ δισσῶς λέγεται· ἢ τὸ ὄντως κακόν, τουτέστι τὸ παρὰ τὴν φυσικὴν τάξιν γινόμενον καὶ παρὰ τὸν νόμον τοῦ κτίσαντος κατ' οἰκείαν γνώμην- φυσικὴ γὰρ τάξις ἡ ὑπακοὴ τοῦ κτίσαντος, ἀταξία δὲ ἡ παρακοή-ἢ τὸ δοκοῦν κακόν, τὸ κατ' αἴσθησιν λυπηρὸν καὶ ἡμῖν ἐπίπονον ὡς ἡ παιδεία, ἥτις μᾶλλον ἀγαθόν ἐστι καὶ συμφέρον πρὸς τὴν κατὰ φύσιν ἐπανάγουσα τάξιν. Καὶ λέγονται τὰ μὲν ἑκούσια κακά, τὰ ὄντως κακά, τὰ εἴδη τῆς ἁμαρτίας, τὰ δὲ ἀκούσια, τὰ ἐπίπονα. 82 Οὔτε τούτων οὖν οὔτε ἐκείνων αἴτιος ὁ θεός, ὡς ἐδείξαμεν. Εἰ γὰρ καὶ τὰ ἀκούσια λεγόμενα κακὰ διὰ τὸ ἡμῖν δοκεῖν κακὰ εἶναι, διὰ τὸ ἀηδὲς καὶ διὰ τὸ παράβουλον ἡμῶν καὶ διὰ τὸ ἁμαρτάνειν ἡμᾶς, τουτέστιν ἀποτυγχάνειν τοῦ δέοντος σκοποῦ, τῷ πρὸς τὴν ἡδονὴν λίχνῳ δικαίῳ λόγῳ ὁ θεὸς ἐπάγει παιδεύων πρὸς τὸ συμφέρον, ἀλλὰ τῶν ἑκουσίων κακῶν ἤρτηται τὰ ἀκούσια λεγόμενα κακά· ἀκολουθεῖ γὰρ τοῖς ἑκουσίοις κακοῖς τὰ ἀκούσια. Τιμωρίαι γὰρ καὶ παιδεῖαι ὡς τὰ πολλὰ πρὸς διόρθωσιν αἱ συμφοραὶ γίνονται, καὶ ἡ τοῦ μέλλοντος αἰῶνος κόλασις τελεία τῆς κακίας καὶ ἁμαρτίας ἀναίρεσις ἢ τὸ ἐναντίον εἰπεῖν τοῖς ἐπιποθοῦσι τὰς σωματικὰς παρὰ τὸν φυσικὸν νόμον ἡδονὰς καὶ τὰς διὰ ταύτας ἁμαρτίας ἡ κόλασις καὶ ἀπορία τῆς τούτων χρήσεως ἔσται αἰωνία κόλασις. Κόλασις γὰρ ἡ τοῦ ποθουμένου ἀποτυχία. Ἄχρι γὰρ ἁμαρτίας ἡδονὴ παρὰ τὸν νόμον τῆς φύσεως· αὕτη δὲ διττή, ἢ ψυχικὴ ἢ σωματική· καὶ ψυχικὴ μὲν ἡ τῆς δόξης ἔφεσις, σωματικὴ δὲ βρῶσις, πόσις, ἄνεσις σώματος, ὕπνος, συνουσία γυναικῶν. Ταῦτα πάντα φυσικὰ καὶ καλὰ κατὰ τὴν φυσικὴν τάξιν καὶ τὸν νόμον τοῦ κτίσαντος γινόμενα, κακὰ δὲ παρὰ τὸν νόμον τοῦ κτίσαντος καὶ τὴν φυσικὴν τάξιν καὶ χρῆσιν. 83 Φυσικὴ δὲ τάξις τὸ ἐφίεσθαι τῆς παρὰ θεοῦ δόξης, τὸ δὲ τῆς παρ' ἀλλήλων