1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

6

15 Χρὴ γὰρ εἰδέναι, ὡς διττῶς λέγεται τό τε ἀγαθὸν καὶ τὸ κακόν· ἀγαθὸν γὰρ κυρίως λέγεται τὸ ἐκ τοῦ φύσει ἀγαθοῦ θεοῦ δεδωρημένον. Ὥσπερ πᾶν φῶς ἐξ ἡλίου ἤτοι πυρὸς φωτίζεται, οὕτω πᾶν ἀγαθὸν ἐκ τοῦ ἀορίστου καὶ ἀκαταλήπτου πελάγους τῆς ἀγαθότητος τὴν ὕπαρξιν ἔχει καί, ὅσα παρὰ θεοῦ, ἀγαθὰ κυρίως καὶ ἀληθῶς. Λέγεται δὲ ἀγαθὸν οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς καὶ καθ' ἡμετέραν συνήθειαν τὸ τῇ αἰσθήσει ἡμῶν καὶ τῇ ἐφέσει φαινόμενον ἡδύ, ὃ πρὸς καιρὸν μὲν τέρπει, ὕστερον δὲ πικρὸν καρπὸν ἀποδίδωσι, παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον καὶ δοκοῦν ἀγαθὸν εἶναι, ὅπερ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κυρίως κακόν. Καὶ τὸ κακὸν ὁμοίως· κυρίως μὲν κακὸν ἔστι καὶ λέγεται τὸ παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον. Λέγεται κακὸν οὐ κυρίως, ἀλλὰ κατὰ τὴν ἡμετέραν συνήθειαν τὸ καθ' ἡμετέραν αἴσθησιν ἐπίπονον καὶ ἀλγεινόν, ὅπερ πρὸς μὲν τὸ παρὸν ὀδύνας, ὕστερον δὲ καρπὸν σωτηρίας καὶ ἀεννάου εὐφροσύνης ἀναδίδωσιν. 16 Εἰπὲ δέ· Ἀρχὴ παντὸς πράγματος μία ἢ δύο, οἷον ἡ ἀρχὴ καὶ αἰτία τῆς ψυχῆς μία ἢ δύο; Μανιχαῖος· Μία. Εἰ γὰρ δύο, πῶς ἐκ δύο ἐναντίων ἓν καὶ τὸ αὐτὸ προέρχεται; Τὰ γὰρ παντελῶς ἐναντία ἀκοινώνητον ἔχουσι τὴν ἐνέργειαν· πῶς γὰρ ἡ ἄυλος ψυχὴ ἐξ ἀύλου καὶ ὕλης ἔσται; Ἢ πῶς τὸ αὐτὸ τὰ ἐναντία παρήγαγον μὴ ὁμονοήσαντα; Παντελῶς γὰρ ἀκοινώνητα τὰ κατὰ φύσιν ἐναντία. Ὀρθόδοξος· Καλῶς ἔφης· ἑκάστου τῶν ὄντων πάντων μία ἀρχή; Μανιχαῖος· Παντὶ τρόπῳ. Ὀρθόδοξος· Τὸ εἶναι ἀρχὴ τῶν δύο ἀρχῶν τῶν κατὰ σέ ἐστιν ἢ αἱ δύο ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι; Μανιχαῖος· Πρὸς τί γὰρ συντείνει τοῦτο; Ὀρθόδοξος· Εἰ μὲν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο ἀρχῶν, ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ γὰρ τὸ εἶναι ἀρχὴ τοῦ εἶναι, ἐν μιᾷ οὖν ἀρχῇ· οὐ γὰρ τὸ τοιῶσδε εἶναί φημι, τουτέστι κακὸν εἶναι ἢ καλόν, ἀλλ' αὐτὸ τὸ ἁπλῶς εἶναι. Εἰ οὖν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο ἀρχῶν, μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ αἱ κατὰ σὲ ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι, ἔσονται δύο ἐναντία τοῦ αὐτοῦ πράγματος. Ὥσπερ γὰρ ἡ ἁπλῶς οὐσία μία οὖσα δεκτική ἐστι διαφόρων ποιοτήτων καὶ κατὰ τοῦτο λέγονται πολλαὶ οὐσίαι, οὕτω καὶ τὸ ἁπλῶς εἶναι ἕν ἐστι, εἰ καὶ ἐν διαφόροις θεωρούμενον πολλὰ τὰ ὄντα παρωνύμως ἐξ ἑαυτοῦ ποιεῖ κατονομάζεσθαι. Ὁρίσω οὖν ἀκοινώνητον παντελῶς εἶναι τὴν τῶν ἐναντίων ἐνέργειαν, οὐκ ἐκ δύο ἀρχῶν τὸ εἶναι μάλιστα καὶ ἐναντίων, ἀλλ' ἐκ μιᾶς. Οὐ γὰρ τὸ εἶναι αἴτιον τοῦ ὄντος· οὐ γὰρ προῆν τὸ εἶναι τοῦ ὄντος. Ἐν τίνι γὰρ ἐθεωρεῖτο; Ἀλλ' ἐν τῷ ἀνάρχῳ ὄντι τὸ εἶναι θεωρούμενον, ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ ὡς αἰτίου ὑφέστηκε. Μία οὖν ἀρχὴ τοῦ εἶναι, καὶ τὸ ἐναντίον ταύτης οὐκ ἔστι. 17 Καὶ πάλιν· Ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεως μία ἢ δύο, ὑπαρκτική τε καὶ χρονικὴ καὶ τοπικὴ καὶ ἐνεργητική-ὑπαρκτικὴ μὲν τῆς ἑκάστου γενέσεως, -χρονικὴ δέ, ἀφ' οὗ χρόνου ἤρξατο, -τοπικὴ δέ, ἀφ' οὗ τόπου ἤρξατο τὰ ἀπὸ τόπου ἀρχόμενα, - ἐνεργητικὴ δέ, ἐξ ἧς ἐνεργείας ἐνεργεῖ τὸ ἐνεργούμενον, οἷον ἡ πρώτη ὕπαρξις τοῦ ἀνθρώπου, καὶ ἀφ' οὗ χρόνου ἐγένετο καὶ ἀφ' οὗ τόπου ἤρξατο κινεῖσθαι, βαδίζειν τυχόν, καὶ τῆς βαδιστικῆς ἐνεργείας; Μανιχαῖος· Μία. Ὀρθόδοξος· Ἀληθῶς ἔφης· ἀδύνατον γὰρ δύο ἀρχὰς εἶναι τῆς τοῦ ἑνὸς ὑπάρξεως. Μανιχαῖος· Οὕτως ἔχει. Ὀρθόδοξος· Τοῦτο ἐφ' ἑκάστου τῶν ὄντων θεωρεῖται ἢ οὔ; Μανιχαῖος· Ἐφ' ἑκάστου τῶν ὄντων ἁπάντων. Ὀρθόδοξος· Ὅπερ οὖν ἐφ' ἑκάστου τῶν ἁπάντων θεωρεῖται, καὶ ἐπὶ πάντων κοινῶς θεωρηθήσεται, οἷον, ὅπερ ἕκαστος τῶν ἀνθρώπων ἔχει, καὶ πᾶσα ἡ ἀνθρωπότης ἔχει, ὡς τὸ ζῆν καὶ τὸ λογίζεσθαι, καὶ ὅπερ ἑκάστη οὐσία ἔχει, καὶ ἡ κοινὴ οὐσία ἔχει, ὡς τὸ αὐθύπαρκτον καὶ μὴ ἐν ἑτέρῳ ἔχειν τὸ εἶναι. Οὕτω τοίνυν καὶ εἰ ἕκαστον τῶν ὄντων ἐκ μιᾶς ἀρχῆς συνέστηκε, καὶ πάντα τὰ ὄντα ἐκ μιᾶς ἀρχῆς συνέστηκε καὶ οὐκ ἐκ δύο, καὶ οὐκ ἔσονται δύο ἀρχαί, ἀλλὰ μία.