1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

14

τὸ σῶμα· εἰ δὲ ἐκ τῆς ὕλης, τουτέστιν ἐκ τῆς οὐσίας τῆς κακίας, εἰ μὲν ἄναρχος ἡ κακία, καὶ ἀθάνατος πάντως καὶ ἄτρεπτος-τὸ γὰρ μὴ ἀρξάμενον οὐ παύεται οὐδὲ τρέπεται· εἰ δὲ τρέπεται καὶ φθείρεται, οὐκ ἄναρχος-, εἰ δὲ ἡ κακία ἄτρεπτος, καὶ τὸ ἐκ τῆς οὐσίας αὐτῆς σῶμα ἄφθαρτον ἔσται καὶ ἄτρεπτον. Τίνος οὖν ἦν ἡ φθορὰ καὶ ἡ κακία; Ἡ γὰρ φθορὰ πάντως φθείρει τι ἢ οὐκ ἔστι φθορά. Εἰ μὲν τὸ ἀγαθὸν παθητόν, παθητὸς καὶ ὁ ἀγαθός, καὶ πῶς τελέως ἀγαθός; Φθειρόμενος δὲ ὁ ἀγαθὸς ὑπὸ αὐτῆς εἰς ἀνυπαρξίαν χωρήσει. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, ἐφθάρη καὶ ἀπώλετο καὶ οὐκ ἔστιν. Εἰ δὲ μέρος τοῦ ἀγαθοῦ, καὶ μέρος ἑαυτῆς ἔφθειρεν. Ἧς δὲ φύσεως τὸ μέρος φθαρτόν, καὶ πᾶσα φθαρτή· ἀδύνατον γὰρ τὴν αὐτὴν φύσιν καὶ φθαρτὴν εἶναι καὶ ἄφθαρτον. Εἰ γὰρ λέγομεν τὸ σῶμα τοῦ ἀνθρώπου φθαρτὸν μέρος ὂν τοῦ ἀνθρώπου, τὴν δὲ ψυχὴν ἄφθαρτον, ἀλλ' οὔκ εἰσι μιᾶς φύσεως. Ἡ γὰρ ψυχή, εἰ καὶ ἐν σώματι πολιτεύεται, ἀλλ' οὐκ ἔστι σῶμα, ἀλλ' ἀσώματος· ὥστε ἄλλης φύσεώς ἐστιν ἡ ψυχὴ καὶ ἄλλης τὸ σῶμα, καὶ οὐ τὸ μὲν μέρος τῆς αὐτῆς φύσεως φθαρτόν, τὸ δὲ ἄφθαρτον, ἀλλ' ἡ μὲν μία φύσις τοῦ ἀνθρώπου φθαρτή, ἡ δὲ ἄφθαρτος. Καὶ οὔτε ἡ ψυχὴ ἐξ ἀνάρχου οὐσίας-τρεπτὴ γάρ-οὔτε τὸ σῶμα· καὶ αὐτὸ γὰρ τρεπτὸν καὶ φθαρτόν. Μιᾶς δὲ φύσεως λέγεται ὁ ἄνθρωπος, οὐχ ὅτι ἡ ψυχὴ καὶ τὸ σῶμα μιᾶς ἐστι φύσεως, ἀλλ' ὅτι πάντες οἱ ἄνθρωποι ὁμοίως ἕκαστος ψυχὴν ἔχει καὶ σῶμα καὶ ἕκαστος δύο φύσεις ἔχει. 43 Ἡ τροπὴ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον μεταβολή, ἐκ μὴ ὄντος εἰς τὸ εἶναι ἢ ἐξ ὄντων εἰς τὸ μὴ εἶναι ἢ ἐξ ἀρετῆς εἰς κακίαν, ὅπερ ἐστὶν ἐκ τῶν φυσικῶν ἕξεων εἰς τὴν τούτων στέρησιν. Ἡ ἀρετὴ πλήρωσίς ἐστι τοῦ νόμου τοῦ θεοῦ, ὁ δὲ νόμος τοῦ θεοῦ θέλημα αὐτοῦ ἐστιν-οὐδεὶς γὰρ ἐντέλλεται, ὃ οὐ θέλει-, τὸ δὲ θέλημα τοῦ θεοῦ ἀγαθόν ἐστιν, ἄτρεπτον, ἀεὶ ὡσαύτως ἔχον. Ὥστε τὸ ἀγαθὸν ὄν ἐστιν, ὁμοίως καὶ ἡ ἀρετή- ἀγαθὸν γὰρ ἡ ἀρετή-, ἡ δὲ κακία οὐκ ὄν, ἀλλὰ τοῦ ὄντος, τουτέστι τοῦ νόμου τοῦ θεοῦ, ἑκούσιος παρακοὴ καὶ ἀναίρεσις κατὰ σύμβασιν ἐν τῷ πράττεσθαι παρυφισταμένη καὶ ἅμα τῷ παύσασθαι τῆς πράξεως παυομένη. 44 Καὶ τοῦτο δὲ εἰδέναι δεῖ, ὅτι ὁ θεὸς οὐ κολάζει τινὰ ἐν τῷ μέλλοντι, ἀλλ' ἕκαστος ἑαυτὸν δεκτικὸν ποιεῖ τῆς μετοχῆς τοῦ θεοῦ, Ἔστι δὲ ἡ μὲν μετοχὴ τοῦ θεοῦ τρυφή, ἡ δὲ ἀμεθεξία αὐτοῦ κόλασις· ἐνταῦθα δὲ οὐ κολάζων ἐπιφέρει τοὺς πειρασμοὺς ὁ θεός, ἀλλὰ παιδεύων καὶ ἰώμενος τὴν κακίαν, ἵνα ἐπιγνῶμεν αὐτὸν καὶ ἐπιστρέφωμεν καὶ τύχωμεν τῆς ἁγιότητος αὐτοῦ. «Ἡ γὰρ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα.» 45 Μανιχαῖος· Εἰ ἀγαθός, διὰ τί ἐν τῷ μέλλοντι αἰῶνι κολάζει τὸν πονηρὸν καὶ οὐ μᾶλλον ἀναιρεῖ αὐτόν; Ὀρθόδοξος· Ὁ θεὸς ἀγαθός ἐστιν, ἀλλὰ καὶ δίκαιος· ὡς ἀγαθὸς οὖν ἐποίησεν, ὅσα ἐποίησεν, ἀγαθά. Ὥσπερ οὖν δίκαιον ἦν, τοὺς ὑπ' αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας οὐ μόνον φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλὰ καὶ ἐπεργάζεσθαι αὐτό, γενέσθαι καὶ ἀξιωθῆναι τοῦ τελείου ἀγαθοῦ καὶ τῆς αἰωνίου τρυφῆς, οὕτως καὶ δίκαιον ἦν, τοὺς ὑπ' αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας οὐ φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλ' ἑκουσίως ἐκκλίνειν διὰ τῆς ἀποβολῆς τῶν ἀγαθῶν ἐπὶ τὴν κακίαν καὶ γενέσθαι καὶ στερηθῆναι τῆς ἀιδίου τρυφῆς. 46 Πλέον ἀπέχει τὰ σεραφὶμ ἀπὸ θεοῦ ἤπερ ὁ πονηρὸς ἀπὸ τῶν σεραφίμ. Εἰ οὖν μὴ ἐγένετο ὁ διάβολος, ὁ πρὸ αὐτοῦ ἀνεφαίνετο χείρων πάντων καὶ κακὸν ἐν συγκρίσει τῇ πρὸς τοὺς πρὸ αὐτοῦ καὶ ἐλέγομεν· ∆ιὰ τί προειδὼς ὁ θεός, ὅτι τοιοῦτος μέλλει ἔσεσθαι, ἐποίησεν αὐτόν; Ὁμοίως καὶ ἐπὶ τοῦ πρὸ ἐκείνου, ἕως ἂν ἔλθωμεν καὶ εἰς αὐτὰ τὰ σεραφίμ. Καὶ γὰρ πολλάκις θεωροῦμεν πρᾶγμα ἐλεεινότατον καὶ δοκοῦμεν μὴ εἶναι ἐλεεινότερον αὐτοῦ ἕτερον καὶ μετὰ ταῦτα ὁρῶμεν ἕτερον χεῖρον. Ὅπερ γὰρ ἂν ἔσχατον κακόν, ὧν εἴδομεν, λογισώμεθα, ὑπονοοῦμεν μὴ εἶναι αὐτοῦ χεῖρον.