1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

11

μία ἔσται καὶ ἡ μία οὐκ ἔσται. Εἰ δὲ κοινωνοῦσι κατὰ τὸ εἶναι ὡς οὐσία καὶ συμβεβηκός, τὸ ἓν ἐν τῷ ἑτέρῳ ἔχει τὴν ὕπαρξιν· τὸ γὰρ συμβεβηκὸς καθ' αὑτὸ οὐχ ὑφίσταται, ὡς τὸ χρῶμα οὐ δύναται συστῆναι ἄνευ σώματος. Ἔστι δὲ τὸ μὲν σῶμα οὐσία, τὸ δὲ χρῶμα συμβεβηκός· τὸ δὲ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς φθορᾶς τοῦ ὑποκειμένου, τοῦ χρώματος ἀλλασσομένου τὸ σῶμα τὸ αὐτὸ μένει. Οἵαν οὖν θέλετε, εἴπατε οὐσίαν καί, οἷον θέλετε, συμβεβηκός· εἰ δὲ ἀμφότεραι οὐσίαι, γνῶτε, ὅτι οὐσία οὐ διαφέρει μὲν οὐσίας, οὐκ ἔστιν δὲ ἐναντία οὐσία οὐσίας εἰ μὴ κατὰ συμβεβηκός. Εἰ ἔστιν ὁ ἀγαθός, καὶ ἔστιν ὁ πονηρός, καὶ οὐσία ἐστὶν ἀίδιος καὶ ἄτρεπτος, ἐνεργητική, δημιουργητικὴ ἑκάτερον αὐτῶν· ἕν εἰσι τῇ οὐσίᾳ ἀμφότεροι, ποιότητι δὲ διαφέρουσι. Καὶ πάλιν· Ὁρῶμεν τὰ στοιχεῖα καὶ τοὺς καιρούς, οὐρανόν τε καὶ γῆν καὶ θάλασσαν ἀεὶ ὡσαύτως ἔχοντα, καὶ νύκτα καὶ ἡμέραν ἡλίου τε καὶ σελήνης καὶ ἄστρων κινήσεις καὶ ὄμβρους καὶ τὰ τῆς γῆς ἐκφόρια κατὰ λόγον καὶ καθ' εἱρμὸν τεταγμένα καὶ ῥυθμιζόμενα. Εἰ οὖν δύο ἀρχαὶ ἀλλήλαις ἐναντίαι, πῶς εὐθέτως τὰ πάντα διεξάγεται, εἰ μὴ συνεβιβάσθησαν φιλικῷ τρόπῳ; Εἰ ἑαυτὴν ἀνήλωκεν ἡ ὕλη, πῶς ἐκινεῖτο; Εἰ δὲ πρὸς τὴν ἑαυτῆς ἀνάλωσιν ἐκινεῖτο, πῶς ἦλθεν ἐπὶ τὰ τοῦ φωτὸς ὅρια; Εἰ κατωφερὴς ἡ ὕλη καὶ φυσικὸς τόπος αὐτῆς τὰ κατώτερα καὶ σκοτεινότερα, πῶς ἐλθοῦσα ἐπὶ τὰ τοῦ φωτὸς ὅρια ἐξῆλθεν ἐκ τῆς ἑαυτῆς φύσεως; Τὸ σκότος τυφλόν· πῶς οὖν εἶδε τὸ φῶς; Εἰ ἄτακτος καὶ ἄνους ἡ ὕλη, πῶς ἔχει ἄρχοντας; Πῶς δὲ καὶ πολεμῆσαι δύναται τῷ λόγον καὶ τάξιν ἔχοντι; Ἢ καὶ πολεμοῦσα ἐπικρατεστέρα γενήσεται, ὥστε ἁρπάσαι τι παρὰ τοῦ σοφοῦ καὶ μὴ ἁρπαγῆναι; Εἰ δὲ ὁ ἀγαθὸς θεὸς συνεχώρησε μέρος αὐτοῦ ἁρπαγῆναι διὰ τὸ ἐπισχεῖν αὐτὴν τοῦ μὴ προβῆναι εἰς τὰ ἑαυτοῦ ὅρια οὐ δυνηθεὶς ἄλλως, ἰσχυρότερος ὁ πονηρὸς καὶ δολοπλόκος ὁ ἀγαθός. Καὶ πῶς ἀγαθὸς ἢ θεὸς δόλῳ καὶ μὴ δυνάμει χρώμενος; Τὸ ἀεὶ ὡσαύτως ἔχον ἀλήθειά ἐστιν, ἡ δὲ ἀλήθεια ἀγαθόν· τὸ δὲ ἄναρχον ἄτρεπτον. Εἰ οὖν ἄναρχος ἡ ὕλη, καὶ ἄτρεπτος ἔσται· εἰ δὲ ἄτρεπτος, ἀεὶ ὡσαύτως ἔχουσα· εἰ δὲ ἀεὶ ὡσαύτως ἔχουσα, ἀλήθειά ἐστιν· εἰ δὲ ἀλήθειά ἐστιν, ἀγαθὸν ἔσται. Εἰ δὲ τρέπεται ἡ ὕλη, ἐξ ἀγαθοῦ εἰς κακόν, καὶ πρότερον οὖσα ἀγαθὴ ὕστερον ἐγένετο κακή, ἢ εἰς ἀγαθὸν ἐκ κακοῦ, καὶ πρότερον οὖσα κακὴ ὕστερον ἐγένετο ἀγαθή· ἡ γὰρ τροπὴ εἰς τὸ ἐναντίον ἄγει. Ἡ ἀίδιος οὐσία ἄτρεπτός ἐστιν· οὐ γὰρ ἐκ μὴ ὄντος ἦλθεν εἰς τὸ εἶναι· οὗ δὲ ἡ ὕπαρξις οὐκ ἐκ προκοπῆς, ἄτρεπτος ἡ οὐσία. Ἀγαθὸς οὖν ὢν ὁ θεὸς καὶ ἀίδιος οὐχ ὑπομένει τροπήν, ἀλλ' ἀεὶ ἀγαθός ἐστι καί, ἃ δὲ ποιεῖ, ἀγαθά ἐστιν· ἐκ γὰρ τοῦ ἀγαθοῦ οὐκ ἐγχωρεῖ κακὰ γίνεσθαι, ὅμως δὲ τρεπτά, ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει. Τὰ οὖν λογικὰ δεκτικὰ μέν ἐστι τροπῆς διὰ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν, ἀλλ' αὐτεξούσια διὰ τὸ λογικὰ εἶναι. Αὐτεξούσια δὲ μένει, καθὼς γέγονε, τουτέστιν ἀγαθά, δοῦλα καὶ ἐπιγνώμονα καὶ ὑπ ήκοα τοῦ πεποιηκότος, ὅπερ ἐστὶ τῇ κτιστῇ φύσει· ἀρετὴ γάρ ἐστι τὸ μένειν ἐν τοῖς ὅροις τῆς οἰκείας φύσεως. Αὐτεξουσίως οὖν ἐτράπη ὁ ἄνθρωπος μεγάλου ἐπιθυμήσας, οὐ καλῶς δέ· μέγα γὰρ τὸ εἶναι θεόν, ἀλλὰ κακὸν τῷ μὴ ὄντι θεῷ ἀγνωμονεῖν τῷ ποιήσαντι καὶ ὑπερβαίνειν τὴν οἰκείαν φύσιν καὶ θέλειν εἶναι, ὃ γενέσθαι αὐτὸν ἀδύνατον· ἀδύνατον γὰρ τὸν μὴ ἄναρχον εἶναι θεὸν ἢ τὸν ἠργμένον εἶναι ἄναρχον. Ἄγει οὖν τῶν ὄντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος ζήτησις. 32 Μανιχαῖος· Τίς ἡ κακία τοῦ διαβόλου; Ὀρθόδοξος· Ἡ κατὰ τοῦ ποιήσαντος ἐπανάστασις. ∆έδωκεν οὖν αὐτῷ ὁ θεὸς τὸ εἶναι, ἵνα τε μὴ δόξῃ φοβεῖσθαι τὴν τοῦ δούλου ἐπανάστασιν καὶ ἵνα διδάξῃ ἡμᾶς καὶ πρὸς τοὺς κακοὺς εὐεργετικῶς διακεῖσθαι. Οὐ μόνον γὰρ ἐποίησεν αὐτόν, ἀλλὰ καὶ ἄρχοντα τοῦ κόσμου ἐποίησεν αὐτὸν καί, εἴπερ θελήσει ἀγαθὸς γενέσθαι, δέχεται καὶ εὐεργετεῖ. ∆ιὸ καὶ δυνάμενος ἀνελεῖν αὐτὸν οὐκ