1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

9

τοῦ ∆ιός. ὃ οὖν λέγει ὁ θεῖος Γρηγόριος τοῦτο ἔστιν, ὅτι ὁ Ἰουλιανὸς τὴν ἑαυτοῦ πονηρίαν δι' ἐπιπλάστου ἤθους ἐπέκρυπτεν, ἄδικος ὢν ἐν δικαίῳ προσχήματι. 4.45 Τεσσαρακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Μελάμποδος καὶ τοῦ Πρωτέως. ἔστι δὲ αὕτη. Ὁ Πρωτεὺς οὗτός ἐστιν ὁ τῆς Θρᾴκης, οὗ τοὺς υἱοὺς ἀπέκτεινεν ὁ Ἡρακλῆς. οὗτος οὖν καὶ μάντις ἦν, καὶ γενόμενος ἐνάλιος δαίμων, καὶ οἰκῶν τὴν Φάρον· διὸ καὶ Πρωτέως νῆσος ἡ Φάρος ἐκέκλητο. μετεμορφοῦτο πρὸς τοὺς πλησιάζοντας ἵνα μὴ αἰτῆται λέγειν μαντείας καὶ προγνώσεις. Ὁμοίως δὲ καὶ ὁ Μελάμπους μάντις ἦν καὶ ἱεροφάντης. οὗτος ἐξέφηνε τὰ ἱερὰ τὰ ἐν Αἰγύπτῳ τοῖς Ἕλλησιν, ἅπερ ἐμιμήσαντο Ἕλληνες. καὶ οὗτος δὲ τῶν μεταμορφουμένων ἦν, ὡς μάντις. οἱ γὰρ μάντεις οὗτοι εἶχον τηλικαύτην, φησί, δύναμιν, ὥστε μεταμορφοῦσθαι εἰς ὃ ἃν ἐθέλωσιν ὥστε μὴ γινώσκεσθαι παρὰ τῶν προσδιαλεγομένων. 4.46 Τεσσαρακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ Αἰτναῖον πῦρ. ἔστι δὲ αὕτη. Σικελία νῆσός ἐστι μεγίστη διακειμένη περὶ Ἰταλίαν. ἐν ταύτῃ ἐστὶ πόλις Κατάνη οὕτω καλουμένη. ὑπεράνω δὲ τῆς Κατάνης ἐστὶν ὄρος ἐξ οὗ ἀναδίδοται πῦρ πολύ τε καὶ διηνεκές. καλεῖται δὲ τὸ ὄρος Αἴτνη, καλοῦνται δὲ καὶ τοῦ Ἡφαίστου κρατῆρες. τοῦτο δὲ τὸ πῦρ ἐστιν ὅτε τοσοῦτον ὑπερβλύζει ὥστε καὶ ποταμηδὸν φέρεσθαι, καὶ ῥεῖν ὡς ὕδωρ μετὰ τῆς ἀναδιδομένης πυρώδους ὕλης. ἔστι δὲ καὶ θεῖόν τι τὸ πῦρ τοῦτο. λέγεται γάρ ποτε ὅτι πατήρ τις μεθ' υἱοῦ εὑρέθη ἐν τῷ ὄρει τούτῳ, καὶ ἄφνω ἐρρύη ποταμηδὸν τὸ πῦρ, καὶ ἄπορον αὐτοῖς γέγονε τὸ παρελθεῖν. ὁ δὲ παῖς ἔλαβε τὸν πατέρα καὶ ἐβάσταξεν. καὶ ἐρυθριάσαν τὸ πῦρ τὴν πρᾶξιν τοῦ υἱοῦ ἀνεκόπη τῆς ἐπιρροῆς. καὶ παρῆλθον ὁ παῖς καὶ ὁ πατὴρ ἀβλαβεῖς. 4.47 Τεσσαρακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ ἐν Μίθρου κόλασις. ἔστι δὲ αὕτη. Τὸν Μίθραν νομίζουσι Πέρσαι τὸν ἥλιον εἶναι, καὶ τούτῳ θύουσι πολλὰς θυσίας, καὶ τελοῦνταί τινας ἐξ αὐτοῦ τελετάς. οὐδεὶς δὲ δύναται τελεῖσθαι τὰς τοῦ Μίθρου τελετὰς εἰ μὴ διὰ πασῶν τῶν κολάσεων παρέλθοι, καὶ δείξοι ἑαυτόν τινα ἀπαθῆ καὶ ὅσιον. λέγονται δὲ ὀγδοήκοντα εἶναι κολάσεις ἃς κατὰ βαθμὸν δεῖ τὸν τελεσθησόμενον παρελθεῖν, οἷον, πρῶτον διανήξασθαι ἐπὶ πολλὰς ἡμέρας ὕδωρ πολύ, εἶτα εἰς πῦρ ἐμβάλαι ἑαυτόν, εἶτα ἐν ἐρήμῳ διαιτηθῆναι καὶ ἀσιτῆσαι, καὶ ἄλλα τινὰ ἄχρις οὗ, ὡς εἴπομεν, τὰς ὀγδοήκοντα κολάσεις παρέλθοι. 4.48 Τεσσαρακοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ Ἐχέτου καὶ Φαλάριδος ἀπανθρωπία. ἔστι δὲ αὕτη. Ἔχετος τῆς Ἠπείρου ὑπῆρχε τύραννος. οὗτος ὠμότατος ὢν ἐπενόει παντοίας τιμωρίας καὶ κολαστήρια. πρὸς τοῦτον οἱ θέλοντες ἀφειδῶς κολάσαι διέπεμπον, ὡς καὶ ὁ ποιητὴς λέγει περὶ αὐτοῦ· Εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. Ὁ δὲ Φάλαρις τοιοῦτός τίς ἐστι, καὶ οὗτος καινοτέρων κολαστηρίων γέγονεν εὑρετής. ἦν δὲ τὸ γένος Σικελιώτης. οὗτος ∆ιονυσίῳ τῷ τυράννῳ χαριζόμενος, ὄντι ὠμοτάτῳ καὶ τιμωρητικῷ, ἐπενόησε βοῦν χαλκοῦν ἐν ᾧ ἔδει βάλλειν τοὺς κολαζομένους καὶ πῦρ ἀνακαίεσθαι, ἵνα, ἔνδον ὄντες καὶ καιόμενοι καὶ βοῶντες, διατρεχούσης τῆς φωνῆς διὰ τοῦ στόματος τοῦ ταύρου, δόξῃ ὁ ταῦρος καιόμενος μυκηθμὸν ἀποτελεῖν. τούτου δὲ τὸ ἀπάνθρωπον θεασάμενος ὁ ∆ιονύσιος, αὐτὸν τοῦτον ἐνέβαλεν εἰς τὸν βοῦν, καὶ καύσας ἀπέκτεινεν. 4.49 Τεσσαρακοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ὕδραν. ἔστι δὲ αὕτη. Θηρίον μυθεύεται περὶ τὴν Λέρνην πεντηκοντακέφαλον, οἱ δὲ ἐννεακέφαλον· τὰς δὲ κεφαλὰς εἶναι ὀφέων. ὃ θηρίον ἐλθὼν ὁ Ἡρακλῆς μετὰ Ὕλλου τοῦ θεράποντος αὐτοῦ ἀπέκτεινε. μυθεύεται δὲ καὶ τοῦτο, ὅτι, τεμνομένης μιᾶς κεφαλῆς αὐτοῦ, δύο παρεφύοντο, ὥστε γίνεσθαι ἑκατὸν κεφαλάς. ὁ δὲ Ὕλλος μαθὼν τοῦτο, πῦρ ἔφερε, καὶ τὴν τεμνομένην κεφαλὴν ἐνεπίμπρα. καὶ οὕτως ἴσχυσαν πάσας ἀποκτεῖναι. 4.50 Πεντεκοστή ἐστιν ἱστορία ἡ κατὰ τὴν Παταρικὴν Χίμαιραν. ἔστι δὲ αὕτη. Πάταρα πόλις τῆς Λυκίας. λέγεται δὲ ὅτι ἐν ταύτῃ ἐστὶν ὄρος, ἐν ᾧ ὄρει ἐστὶ θηρίον, ὃ πρόσθεν μέν ἐστι λέων, ὄπισθεν δὲ δράκων, μέση δὲ ἦν χίμαιρα· ἐξ ἧς χιμαίρας πῦρ ἀνεδίδοτο, καὶ ἐλυμαίνετο τοὺς παριόντας. ὕστερον δὲ ἐλθὼν ὁ Βελλεροφόντης