170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν, δῆλον δὲ τοῦτο ἔτι ἐκ τῶν ἐπιφερομένων. 71 Ps 44,16b.17 Αὕτη μὲν γὰρ ἡ βασιλὶς παραστάτις ἐστὶ Χριστοῦ καὶ εἰς τὸν ἅγιον αὐτῷ συνεισέρχεται ναόν, τὴν δὲ κόσμου κληρονομίαν καὶ βασιλείαν τὴν ἐπαγγελθεῖσαν τῷ Ἀβραὰμ ἀποδίδωσι τοῖς ἐξ ἐκείνου κατὰ γένος σωματικόν, τοῦ βασιλέως τοῦ βουλομένου καὶ τῆς βασιλίδος ἐπινευούσης. οὐκοῦν ἃς εἶπεν νεάνιδας πατέρας εἶναι, νῦν υἱοὺς λέγει τάξιν υἱῶν εἰληφότας καὶ ὡς υἱοὺς παρὰ μητρὸς κληρονομίας ἀξιουμένους.
72 Ps 45,6 Ἀκαθαίρετον ἔσεσθαί φησι τὴν πόλιν, ὥστε ἔσται θεὸς ἐν αὐτῇ, τοῦ
δὲ περιόρθρου παυομένης τῆς παρούσης νυκτός. ἔστι γὰρ νύξ, ἔως οὔπω τὸ σκότος ἀνῄρηται πάντῃ οὐδὲ κατήργηται πᾶσα ἐξουσία καὶ δύναμις ἀλλ' ἔτι πολεμῶν ἐγχειρήσεις κατὰ δικαίων κινοῦσιν. 73 Ps 45,11 Οὐδ' ὅτε, φησίν, ἐξεδόθητε τοῖς ἔθνεσιν ἐαθέντες ὑπὸ θεοῦ, μάτην ἐξεδόθητε, ἀλλ' ἵνα γνῶτε τοῦ θεοῦ τὸ δυνατὸν τὰ ἔθνη πάντα προσ κτησαμένου πρὸς τὸν ὑμέτερον ἔλεγχον καὶ ἀντὶ μιᾶς χώρας πᾶσαν χώραν ὑπὸ τῷ σεβασμῷ τῷ ἑαυτοῦ κτησαμένου, ὅτι ἐν τῷ αὐτῷ παραπτώματι κατὰ τὸν ἀπόστολον ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς.
74 Ps 46 arg Εἰς τὸν Ἰσραὴλ ὁ πρὸ τούτου ψαλμός, οὗτος δὲ εἰς τὰ ἔθνη
συναναβαίνοντα εἰς τὴν Ἱερουσαλὴμ καὶ συναπτόμενα τοῖς ἐκ γένους Ἀβραάμ. χαρὰν οὖν τοῖς ἔθνεσι προαγγέλλει καὶ κρότους ἐπινικίους καὶ ἀλαλαγμοὺς ὑμνητικοὺς δι' ἐπιφάνειαν κυρίου τὴν ἐξ ὕψους τὴν σὺν φόβῳ μεγάλῳ γενησομένην, ὅτι κρατήσει τῆς γῆς κατὰ τὴν ὀπτασίαν τοῦ ∆ανιὴλ παραδιδοὺς τοῖς ἁγίοις αὐτοῦ τὴν βασιλείαν, καθὰ καὶ τῶν διαδόχων τις τῶν ἀποστόλων εἴρηκεν ὅτι Ὀφθήσεται τῷ βασιλεῖ τοῦ κόσμου ἐν τῷ Ἰησοῦ οὐκ αὐτοῦ βασιλείαν τινὰ ταύτην εἰς δόξαν προσλαμβάνοντος εἰς ἑαυτὸν ἀλλ' εἰς τοὺς ἰδίους τοὺς διὰ τῆς ἐκλεκτῆς νύμφης τῆς βασιλίδος εἰς τὴν βασιλείαν καθισταμένους, ὡς ἐν τῷ ∆αυὶδ προείρηται Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. 75 Ps 46,4.5 Βασιλείας, φησίν, ἀπέδειξας ἡμᾶς πάντων ἐθνῶν. καὶ τὸν κλῆρον ἀπέδωκεν ἡμῖν τὸν ἐκ πατέρων ἡμέτερον τὴν Ἰσραηλιτικὴν χώραν τὴν παρ' αὐτῷ τιμίαν. ἰδίαν δὲ κληρονομίαν λέγουσι τὴν Ἰσραηλιτικὴν χώραν οἱ ἐξ Ἰσραὴλ προφῆται καὶ ἀπόστολοι καὶ κατὰ γένος αὐτοῖς ἀποδιδομένην, ὥσπερ καὶ αὐτὸς ὁ κύριος οὐκ ἔξω τῆς τοῦ σαρκικοῦ γένους διαδοχῆς ἦν. ἠγαπημένην δὲ τὴν γῆν ἐκείνην φασίν, οὐχ ὅτι παρὰ θεῷ διαλλάττειν ἑτέρας δύναται ᾧ μηδὲν τίμιον μηδὲ καλὸν μηδὲ τιμιώτερον ἢ κάλλιον, ἀλλ' ὅτι τοὺς οἰκήτορας ἠγάπησεν ἀπαρχὴν εὐσεβείας ὄντας ἐν κόσμῳ καὶ τὴν ἀγάπην φυλάττει πρὸς αὐτοὺς καὶ πρὸς ἣν ᾤκησε γῆν οὐδὲν παυόμενον ἔχων ἀλλ' αἰώνια πάντα. 76 Ps 46,9 Ἀδιαστόλως ἐν τῷ υἱῷ σημαίνει τὴν θεότητα. οὗτος γὰρ δήπουθεν ὁ ἀναβαίνων, οὗτος ὁ βασιλεύων, οὗτος ὁ καθήμενος ἐν οὐρανίῳ θρόνῳ, καθεσθεὶς δὲ καὶ ἐπὶ γῆς πρὸ τῆς ἀναβάσεως συναθροίζων περὶ ἑαυτὸν καὶ τοὺς ἐθνῶν ἡγεμόνας καὶ πᾶν τὸ κράτιστον ἐξ ἀνθρώπων καὶ ὑψοῦν εἰς δόξαν οὐράνιον.
77 Ps 47,11c.12 Αὕτη δικαιοσύνη σου, φησίν, οὐκ ἔχουσα προσωποληψίαν· καὶ
ὁ Πέτρος λέγει τῆς ἐθνῶν αἰσθανόμενος κλήσεως Ἐπ' ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός. προσαχθέντα δὲ ἰδὼν τὰ ἔθνη καὶ τὸν ἔλεον συνιεὶς ὁ σοφὸς Ἰσραὴλ οὐ φθονήσει, ἀλλ' εὐφρανθήσεται τῷ θεοῦ κρίματι, ὥσπερ ὁ Πέτρος καὶ οἱ ἀπόστολοι τότε.
10