10
μόνος». Καὶ πάλιν «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». Καὶ τὸ «Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ». Τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ Ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς. Ὡς τὸ «Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος». Καὶ τὸ «Περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰ Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ». Καὶ πάλιν ὁ Παῦλος. «Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς «Εἷς Θεὸς» εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι τὸ μόνος καὶ τὸ εἷς ἐπὶ Θεοῦ τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ Χριστοῦ ἐμνημόνευσεν. Ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν δι' οὗ τὰ πάντα σημάνῃ καὶ πάλιν διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαρα λήψεως τὴν ἐνανθρώπησιν ἀπαγγείλῃ καὶ τὸ πάθος παρα στήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ. Τὸ γὰρ Ἰησοῦς Χρι στὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. ∆ιὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος Ἰησοῦς Χριστὸς καταγγέλ λεσθαι καὶ διαστέλλεται τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. Πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. Τοιοῦτόν ἐστι καὶ τὸ «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», καὶ τὸ «Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε», πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ Ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια. 8.4 Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνεί δησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. Καὶ πρῶτον ἡμῖν τεθείσθω τὸ «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα». Τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. Ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώ νιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ δι' ἕτερον ζῶν αὐτοζῶν εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφ' ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι· ὁ δὲ Κύριος ἡμῶν εἴρηκεν· Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην ἣν ἔζησε διὰ τὸν Πατέρα. Βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων, καὶ οὐκ εἶπεν· «Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα», ἀλλ' «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα», σαφῶς τὸν παρόντα προσημαίνων χρόνον. ∆ύνα ται δὲ καὶ ζωὴν λέγειν ἣν ζῇ ὁ Χριστὸς τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. Καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ «Ὁ τρώγων με, φησί, ζήσεται δι' ἐμέ». Τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνο μεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι διὰ τῆς ἐνανθρω πήσεως καὶ τῆς αἰσθητῆς ζωῆς τοῦ Λόγου καὶ τῆς Σοφίας. Σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι' ἧς τρέφεταί τε ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευά ζεται. Καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον. 8.5 Καὶ πάλιν· «Ὁ Πατήρ μου μείζων μοῦ ἐστι». Κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. Ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. Τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. Ἄγγελον γὰρ ἀγγέλου λέγομεν