εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ καί τι τῶν κρειττόνων καὶ θεοφιλῶν ἀρετῶν μετερχόμεθα, σοὶ λογιζόμεθα τὴν εὐεργεσίαν. Αἰτοῦμεν δὲ καὶ πρὸς τὸ μέλλον καλῶς εὐθύνειν ἡμᾶς καὶ διεξάγειν ἐπὶ νομὰς ζωηφόρους καὶ σωτηριώδεις τῶν θείων ἐντολῶν. Αἴτησαι δὲ παρὰ θεοῦ βασιλεῦσι κράτος γαλήνιον ἐν ὑποπτώσει τῶν δυσμενῶν, ἀρχιερεῦσιν εἰρηναίαν κατάστασιν τῇ τῶν σκανδάλων ἀνατροπῇ, τῷ ὑπηκόῳ τὴν εὐθηνίαν τῶν ἐντὸς ἀγαθῶν καὶ τῶν ἔξωθεν, ἵνα τῆς ἡμετέρας ψυχῆς λαμπάδες, ἃς ὁ τῆς σοφίας ἀνῆψεν ἔρως, τὰς ἐκκλησίας καταφαιδρύνωσιν, ἵν' οἱ περικαλλεῖς οὗτοι ναοὶ τοῦ προσήκοντος κόσμου μεταλαγχάνωσι τῷ τῶν συρρεόντων ἐσμῷ καὶ πάντες ἐν τοῖς τῆς ἀρετῆς λειμῶσι κατασκηνούμενοι καὶ περιηνθισμένοι τοῖς ἐντεῦθεν πλεκομένοις ἀμαραντίνοις στεφάνοις ὑπὲρ λίθον καὶ σάπφειρον ὡραϊσθέντες ὑπὲρ λυχνίτην καὶ σμάραγδον αὐγασθέντες καὶ τῇ λευκότητι τῶν ἀρετῶν ὡς μάργαροι γαλακτοειδῶς λευκαθέντες καὶ στίλψαντες λαμπροὶ λαμπρῶς ἐποφθείημεν τῷ καλῷ νυμφαγωγῷ τῶν καθαρῶν ψυχῶν Χριστῷ, τῷ θεῷ ἡμῶν, ὅτι δι' αὐτοῦ ἡ σωτηρία πᾶσιν ἡμῖν ἐξήνθησε νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.