οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
φέρειν εἰς μέσον προθυμούμενος. Καιρὸς μὲν οὖν, τὸ θεῖον, παντὶ πράγματι, διηγόρευσε λόγιον. Καιρὸς δὲ, εἰ καί τις ἕτερος ἡμῖν, ὁ παρὼν πρὸς τὴν τοῦ κηρύ γματος χρείαν ἁρμοδιώτατος. Ἤδη μὲν οὖν ἡ πανεύ φημος ἡμῶν ἑορτὴ, τὸν ἐτήσιον ἐξελίσσουσα κύκλον, γέγονεν ἡμῖν ἐπὶ θύραις, καὶ μονονουχὶ τὸν οὐδὸν ὑπερτείνασα, ταῖς ἁπάντων ψυχαῖς εἰσοικίζεται. Εἴη δ' ἂν, ὥς τέ μοι φαίνεται, τῶν ἀτοπωτάτων, Ἰου δαίους μὲν ἐπὶ νόμῳ, καὶ σκιᾷ, καὶ τύπῳ σεμνυνομέ νους, τοῖς διὰ σαλπίγγων ἀπηχήμασι προκηρύττειν τὰς ἑαυτῶν ἑορτάς· ἡμᾶς δὲ, τοὺς τῶν παρ' ἐκείνοις τὰ ἀμείνω προτιμήσαντας, καὶ τῶν ἐσχηματισμένων ὅτι δέοι προκρίνειν τὴν ἀλήθειαν ὀρθῇ καὶ δικαίᾳ ψήφῳ κυρώσαντας, πολὺ περὶ τοῦτο τῆς ἐκείνων σπουδῆς ἔλαττον ἔχοντας φαίνεσθαι, εἰ σιγὴν ἔχειν ἀλλήλοις εἰπόντες ἡσυχῇ καθεδούμεθα, καὶ σιωπῇ παραδώσομεν τὴν οὕτως εὔσημον ἑορτὴν, καίτοι τοῦ Θεοῦ λέγοντος· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλ πιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν." Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ λόγος, τὴν εὔσημον τῆς ἑορτῆς ἡμέραν εὐσήμῳ διαγγέλλων κηρύγματι. Ὅσα μὲν γὰρ διὰ τῆς τοῦ Σωτῆρος φιλανθρωπίας ὑπήρ χθη τῇ φύσει πλεονεκτήματα, κἂν ἡμεῖς σιωπήσω μεν, "οἱ λίθοι κεκράξονται," κατὰ τὴν αὐτὴν τοῦ Σωτῆρος φωνήν. βʹ. Ἐμοὶ δὲ τῶν γεγονότων ἕκαστα διασκεπτομένῳ σαφῶς, πολύς τις πραγμάτων ὄχλος ἀναφαίνεται, ἐφ' ᾧπερ ἄν τις εἰκότως, οὐ μετρίαν ἔχοι τὴν μέμψιν τὸ σιωπᾷν ᾑρημένος. Εἰ γὰρ ὀρθὰ καὶ δίκαια φρονεῖν μελετήσαντες, τῶν ἀρίστων εἶναι λογιούμεθα, τὴν ἐφ' οἷς εὖ πεπόνθαμεν εὐχαριστίαν ἀναπέμπειν Θεῷ, εἶτα τοῦτο παρ' ἡμῖν ἐν οὐδενὸς μέρει τετάξε ται, πῶς οὐ πάντως αὐτοὶ κατὰ τῶν οἰκείων στρα τευσόμεθα βουλευμάτων, εἰ μὴ ταῦτα πράττειν ἐθέ λοιμεν, ἐφ' οἷς ἂν εὐλόγως καὶ ἑτέρους αἰτιασαίμεθα ῥᾳθυμήσαντας; Οὐκοῦν ἀναφέρωμεν τῷ Σωτῆρι τὰ χαριστήρια. Ἀλλ' ἴσως ὄκνου πρόφασιν καὶ δειλίας ποιησόμεθα τὸ μὴ δύνασθαι λέγειν ἐπαξίως τῶν κατ ορθωμένων, καίτοι πάντες ἂν, οἶμαι, συμφήσειαν, ὅτι τοῖς ἀμείνοσι τὸ νικᾷν ἐπιτρέπειν, ἀσθενείας ἔγκλημα φέρει, ἀλλ' εὐβουλίας ὑπόληψιν ἐκπορίζε 77.429 ται. Τί δ' ἂν γένοιτο τῶν τοῦ Σωτῆρος κατορθωμά των μεγαλοφυέστερον; Πῶς οὐ πάντα νικήσει τὰ θειότερα λόγον; "∆όξα μὲν γὰρ κρύπτει λόγον," φησὶν ἡ θεία Γραφή. Ὁ δέ γε μακάριος Μωσῆς, καί τοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, ὡς ἀκοῦσαι λέγον τος πρὸς αὐτὸν τοῦ Θεοῦ· "Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοὶ," ἰσχνόφωνον καὶ βραδύγλωσ σον ἑαυτὸν εἶναι λέγων οὐκ ᾐσχύνετο, καὶ πρὸς τὴν τοῦ κηρύγματος διακονίαν οὐκ ἐπιτήδειον. Εἰ δὲ ψόγου καὶ πάσης αἰτίας αἰσχρᾶς τὰ τοιάδε λέγων ἀπήλλακται, μᾶλλον δὲ παντὸς ἐπαίνου δοίη τις ἂν τὸν προφήτην ἄξιον, πῶς οὐκ εὐλόγως τοῖς ὑπὲρ νό μον τοῦ Σωτῆρος κατορθώμασι τὸ δύνασθαι τὸν πάντα καταγωνίζεσθαι λόγον παραχωρήσομεν; Ἔτι τε πρὸς τούτοις ἀκόλουθον εἰπεῖν, ὡς ἡμεῖς μὲν οὐ περὶ τοὺς λόγων ἀγῶνας ἠσκήμεθα, οὐδὲ γλώττης Ἀττικῆς ἐπίδειξιν ὑπισχνούμεθα. Ἀλλ' ἑτέροις μὲν αἱ περὶ ταῦτα μελόντων σπουδαὶ καὶ διαπρεπὲς ἐν λόγοις τὸ ἐπιτήδευμα· ἡμῖν δὲ, ἀγαπητοὶ, βραχύς τε ὁ λόγος ἐστὶ, καὶ τὸ γράφειν ἀνάγκης ἐπίταγμα. "Οὐαὶ γάρ μοί ἐστι, ἐὰν μὴ εὐαγγελίζωμαι." Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἐντεῦθεν οἶμαι μηδένα τοῖς ἐμοῖς ῥη ματίοις ἐπισκῆψαι δικαίως. Ἃ γὰρ ἂν ἡ χάρις τοῦ Θεοῦ ὑπαγορεύῃ κατὰ διάνοιαν, ταῦτα καὶ εἰς ὑμᾶς φανερὰ καταστήσομεν· τὴν ἄκαιρον αἰδῶ σώφρονι λογισμῷ περιστείλαντες. γʹ. Μωσέως τοίνυν λέγοντος· "Φυλάξαι τὸν μῆνα τὸν νέον, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου·" πῶς οὐκ ἀναγκαῖον ἡμᾶς ἤδη παρόντας μη νύειν τῆς ἑορτῆς τὸν καιρόν; Οἴχεται μὲν γὰρ ἡ στυγνὴ τοῦ χειμῶνος ἀπειλὴ, ἀπελήλαται δυσαερία καὶ σκότος, ὑετοὶ καὶ πνευμάτων ἀγρίων ὁρμαὶ λοιπὸν ἡμῖν ἐκποδών. Ὧραι δὲ πάλιν ἀνατέλλουσιν ἠριναί· ὄκνου μὲν καὶ ἀργίας τὸν φυτουργὸν ἀπαλ λάττουσαι μονονουχὶ φωνὴν ἀφιεῖσαι γηπόνοις, ὅτι προσήκει πρὸς ἔργα χωρεῖν. Λειμῶνες μὲν γὰρ ποικίλην ἀνθέων ἀναβρύουσιν ἰδέαν. Φυτὰ δὲ τὰ ἐν ὄροις