Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
∆ευτερονομίῳ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. 75.41 Ὅτι τὸ, πρὸ τοῦ, ἐπὶ τῶν γενητῶν. Ἐν τῷ Σολομῶνι ἡ Σοφία περὶ ἑαυτῆς· Πρὸ τοῦ τὴν γῆν ποιῆσαι· πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι· πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ὁ Σωτήρ· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Πρὸς Ἱερεμίαν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Ἐν τῷ ∆ανιὴλ ἡ Σωσάννα· Ὁ Θεὸς ὁ μέγας καὶ ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης· ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντιθέσεως κατασκευή. Ἀντίθεσις ἑτεροδόξων. Εἰ μὴ ἦν ποτε, ὅτε οὐκ ἦν, φησὶν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλ' ἀδελφὸν εἶναι λέγετε τοῦτον. Πρὸς τοῦτο λύσις. Συναΐδιον εἶναι λέγοντες, καὶ Υἱὸν εἶναί φαμεν. Εἰ μὲν οὖν ἦν ἁπλῶς συναΐδιος καὶ οὐχ Υἱὸς, χώραν εἶχεν ὑμῶν ἡ ὑπόνοια· ἐπεὶ δὲ πρὸς τῷ ἀϊδίῳ καὶ Υἱὸν ὁμολογοῦμεν, πῶς ὁ Υἱὸς ἀδελφός ἐστι τοῦ γεννήσαντος; ΑΛΛΟ. Εἰ ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱόν ἐστι, καὶ οὕτω βαπτιζόμεθα, ποία ἀδελφότης ἐν τούτῳ φαίνεται; ἢ πῶς ὁ Λόγος ἀδελφὸς εἶναι δύναται οὗ ἐστι Λόγος; ΑΛΛΟ. Οὐκ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ἐγεννήθησαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν. Ἀλλ' ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ, καὶ τίκτει τὸν Υἱὸν, καὶ μένει Πατὴρ, καὶ οὐχ Υἱός τινος λέγεται· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ ὅπερ ἐστὶ μένει· καὶ οὐκ ἀδελφός τινος κατὰ φύσιν λέγεται. Ποῖον οὖν ἕξει τόπον ἀδελφότης ἐν τούτοις; Ἔτι περὶ ἀϊδιότητος. Εἰ τέλειος ὁ Πατὴρ, τέλειον ἔσται καὶ τὸ ἐξ αὐτοῦ. Καὶ εἰ πρὸς τούτῳ τὸ ἀΐδιον ἔχει, ἀΐδιον ἔσται καὶ τὸ ἐξ ἀϊδίου Πατρὸς οὐκ ἐπισυμβεβηκὸς τῇ τοῦ Γεννήσαντος οὐσίᾳ, ἀλλ' ἀεὶ συνυπάρχον αὐτῇ· καὶ οὐκ ἀτελὲς διὰ τὸ ἐν χρόνῳ γενέσθαι, κατά τινας· ἀλλὰ τέλειον, διὰ τὸ πρὸ παντὸς εἶναι χρόνου. ΑΛΛΟ. Ἐπαπόρησις ἑτέρα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, οὕτως. Εἰ οὐκ ἔστιν Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐξ οὐκ ὄντων ὡς ποίημα γέγονε, δεικνύτω πρότερον ὁ βουλόμενος. Εἴθ' οὕτω φερέτω λοιπὸν κατὰ ποιήματος, τὸ Ἦν ὅτε οὐκ ἦν. Εἰ δὲ Υἱὸν αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, καὶ οὕτως ὁ Πατὴρ ὀνομάζει, τὸ Υἱὸς ὄνομα τὴν ἐκ Πατρὸς γέννησιν σημαίνει· οὐκ ἄρα ποίημα καὶ κτίσμα ἐστίν· οὐ γὰρ ταυτὸν τῷ γεννω 75.44 μένῳ τὸ κτιζόμενον. Εἰ δὲ τοῦτο ἀληθὲς, οὐχ ἕξει τόπον τὸ, Οὐκ ἦν, ἐφ' Υἱοῦ, κατὰ μόνων κτισμάτων κυρίως τιθέμενον. ΑΛΛΟ. Εἰ ἐγεννήθη ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, τὸ δὲ ἐκ τοῦ Πατρὸς γεννηθὲν ὁ Λόγος ἐστὶν αὐτοῦ, καὶ ἡ σοφία, καὶ τὸ ἀπαύγασμα, οἱ λέγοντες· Ἦν ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἄντικρυς λέγουσιν, Ἦν ὅτε ἄλογος ἦν καὶ ἄσοφος, καὶ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος ὁ Πατήρ. Εἰ δὲ τοῦτο ἄτοπον, ἀργήσει πάντως ἐπὶ τοῦ Υἱοῦ τὸ, Οὐκ ἦν. Ἔσται οὖν τῶ Πατρὶ συναΐδιος. ΑΛΛΟ. Ἀντίθεσις οὐκ ἀληθὴς, ἀνατρέπειν δοκοῦσα τοῦ Υἱοῦ τὸ ἀΐδιον. Εἰ τομὴν, φησὶν, ἡ θεία φύσις οὐκ ἐπιδέχεται, διὰ τὸ μὴ εἶναι πάθους δεκτικὴν (οἷς γὰρ τὸ πάσχειν κατὰ φύσιν ὑπάρχει, τούτοις ἐστὶν οἰκεῖον καὶ τὸ τέμνεσθαι), οὐ χρὴ λέγειν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, ἵνα μή τι πάθος καὶ διαίρεσις περὶ τὴν ἁπλῆν φαίνηται φύσιν. Εἰ γὰρ τὸ ἔκ τινος προελθὸν, ἕτερόν τι πάντως τῷ ἀριθμῷ παρ' ἐκεῖνο, ἐξ οὗ καὶ προῆλθε, μερισμός τις καὶ διακοπὴ περὶ τὴν θείαν ὁρᾶται φύσιν, εἰ μὴ ἔξωθεν, ἀλλ' ὄντως ἐξ αὐτῆς δοίημεν προελθεῖν τὸν Υἱόν. Εἰ δὲ ἔξωθέν ἐστιν, ἐπισυμβέβηκεν ἄρα, καὶ οὐκ ἔστι τῷ Πατρὶ συναΐδιος. Πρὸς τοῦτο λύσις. Κακῶς καὶ ἀπαιδεύτως τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ τινὲς προσάπτουσιν οὐσίᾳ. Ἐπὶ σωμάτων μὲν γὰρ ἁρμόσει λέγειν, πάθος γίνεσθαι καὶ τομὴν καὶ διαίρεσιν· ἐπὶ δὲ τῆς ἀσωμάτου φύσεως οὐδέν ἐστι τῶν τοιούτων. Εἰ δὲ ἀσώματος ὁ Θεὸς, τίκτει μὴ μεριζόμενος, γεννᾷ μὴ τεμνόμενος. Ἐπειδὴ καὶ τὸ πῦρ ἐξ ἑαυτοῦ τίκτει τὸ φῶς, οὐδεμίαν ὑπομένον διαίρεσιν, κἂν τῇ ἐπινοίᾳ χωρίζεσθαι δοκῇ πως αὐτοῦ τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δέ τις ταῖς σωματικαῖς ἀνάγκαις ὑποβάλλοι τὸ ἀσώματον, αἰτιάσθω τοῦ οἰκείου νοῦ τὴν ἀσθένειαν, οὐ δυναμένου νοεῖν τὰ τῇ ἀσωμάτῳ πρέποντα φύσει. Καὶ πάλιν· εἰ ἀσθενοῦσί τινες περὶ