ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς 6.4.4 γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βιοτῆς. εἰ μὲν πτολίεθρ' ἀγαπάζοις ἄστεά τ' αὖ φωτῶν, καί σοι κλέος ἄφθιτον ἔσται, ἀνδρῶν ποιμαίνοντι νέων θεοείκελον ὁρμήν. ἢν δ' αὖ ποιμαίνῃς μήλων νομὸν ἠδ' ἔτι ταύρων, δὴ τότε σαυτὸν ἔελπε συνήορα καὶ μακάρεσσιν ἔμμεναι ἀθανάτοισι. λίνον δέ τοι ὧδε νένευκεν. 6.4.5 Καὶ ὁ μὲν χρησμὸς ταῦτα εἶχεν· ὁ δὲ ἑπόμενος, ὥσπερ ἕπεσθαι χρή, πρὸς τὴν κρείττονα ὁδὸν συνηπείγετο, καὶ χωρίδιόν τέ τι περιεσκόπει καὶ πρὸς αἰπολίου τινὸς βοτῆρος ἑαυτὸν ἐνέτεινε βίον· τοὺς δὲ λόγων δεομένους ἢ παιδείας διὰ τὸ προκατακεχυμένον κλέος οὐκ ἐλάνθανεν, ἀλλ' ἀνιχνεύοντες αὐτὸν περιεστήκεσαν, ὥσπερ κύνες ὠρυόμενοι περὶ τὰ πρόθυρα, καὶ διασπάσασθαι ἀπειλοῦντες, εἰ τοσαύτην καὶ τηλικαύτην σοφίαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰ δένδρα τρέποι, καθάπερ οὐδὲ ἄνθρωπος γεγονὼς 6.4.6 οὐδὲ εἰδὼς τὸ ἀνθρώπινον. τοιούτοις δὲ λόγοις τε καὶ ἔργοις ἐκβιασθεὶς εἰς τὴν κοινὴν ὁμιλίαν, ἐπέδωκεν ἑαυτὸν φέρων τῇ χείρονι τῶν ὁδῶν, καὶ τὴν μὲν Καππαδοκίαν ἐξέλιπεν, Εὐσταθίῳ παραδοὺς ἐπιμελεῖσθαι τῶν ἐκείνῃ (καὶ κατὰ 6.4.7 γένος οὐκ ἀφεστήκεσαν). αὐτὸς δὲ εἰς τὴν Ἀσίαν διαβάς, ὅλης Ἀσίας προτεινούσης αὐτῷ χεῖρας, ἐν τῷ παλαιῷ Περγάμῳ καθιδρύθη, καὶ παρ' ἐκεῖνον μὲν Ἕλληνές τε ἐφοίτων καὶ οἱ πρόσχωροι, καὶ ἡ δόξα τῶν ἄστρων ἔψαυεν. 6.5.1 Περὶ δὲ Εὐσταθίου καὶ ἀσεβές ἐστι παραλιπεῖν τὰ ἐς ἀλήθειαν φέροντα· παρὰ πάντων γὰρ συνωμολογεῖτο τὸν ἄνδρα τοῦτον ὀφθῆναι καὶ εἶναι κάλλιστον, καὶ εἰς πεῖραν λόγων ἐλθεῖν δεινότατον, τό τε ἐπὶ τῇ γλώσσῃ καὶ τοῖς χείλεσιν αἱμύλιον οὐκ ἔξω γοητείας ἐδόκει. καὶ τὸ μείλιχον καὶ ἥμερον ἐπὶ τοῖς λεγομένοις ἐπήνθει καὶ συνεξεχεῖτο τοσοῦτον, ὥστε οἱ τῆς φωνῆς ἀκούσαντες καὶ τῶν λόγων, παραδόντες αὑτούς, καθάπερ οἱ τοῦ λωτοῦ γευσάμενοι, 6.5.2 τῆς φωνῆς ἐξεκρέμαντο καὶ τῶν λόγων. οὕτω δὴ πολύ τι τῶν μουσικῶν οὐκ ἀπεῖχε Σειρήνων, ὥστε ὁ βασιλεὺς <μετεκάλεσεν> αὐτόν, καί τοί γε τοῖς τῶν χριστιανῶν ἐνεχόμενος βιβλίοις, ἐπειδὴ θόρυβος αὐτὸν κατεῖχε, καὶ παρὰ τοῦ Περσῶν βασιλέως ἀνάγκη τις ἐπέκειτο, καὶ τὴν Ἀντιόχειαν ἤδη περιειργασμένου καὶ συντοξεύοντος, ὅς γε τὴν ἄκραν τὴν ὑπερκειμένην τοῦ θεάτρου καταλαβὼν ἀδοκήτως καὶ ἐξαπιναίως, τὸ πολὺ πλῆθος τῶν θεωμένων συνετό6.5.3 ξευσε καὶ διέφθειρε. τούτων δὲ ὅμως κατεχόντων, οὕτως 6.5.3 πάντες ἦσαν ᾑρημένοι καὶ κατακεκηλημένοι, ὥστε μὴ κατοκνῆσαί τινα Ἕλληνα ἄνθρωπον ἐς τὰ ὦτα τοῦ βασιλέως παραβαλεῖν· καί τοί γε εἰώθεσαν πρότερον οἱ βασιλεύοντες τοὺς κατὰ στρατιὰν ἐπαινουμένους ἐπὶ τὰς πρεσβείας χειροτονεῖν, ἤτοι γε στρατοπεδάρχας ἢ ὅσοι γε μετ' ἐκεί6.5.4 νους ἐς τὸ ἄρχειν ἐξῃρημένοι· τότε καὶ ἀνάγκης τυραννούσης, ὁ φρονιμώτατος ἁπάντων περιεσκοπεῖτο καὶ συνωμολογεῖτο Εὐστάθιος. μετεκλήθη τε οὖν ἐκ τοῦ βασιλέως, καὶ αὐτίκα παρῆν, καὶ τοσαύτη τις ἐπῆν ἀφροδίτη τοῖς χείλεσιν, ὥστε οἱ συμβουλεύσαντες τὴν πρεσβείαν δι' Εὐσταθίου πεμφθῆναι, ἀξιωμάτων τε ἔτυχον παρὰ τῷ βασιλεῖ μειζόνων, καὶ πρὸς τὴν εὔνοιαν αὐτῶν ὁ βασιλεὺς ἐπεκλί6.5.5 νετο. τούτων μὲν οὖν τινες αὐτῷ καὶ ἐθελονταὶ συνεξώρμησαν ἐπὶ τὴν πρεσβείαν, μείζονα διάπειραν θέλοντες λαβεῖν, εἰ καὶ πρὸς τοὺς βαρβάρους ἔχοι τὸ αὐτὸ θελκτήριον 6.5.6 ὁ ἄνθρωπος. ὡς δὲ εἰς τὴν Περσῶν ἀφίκοντο χώραν, καί τοί γε τυραννικὸς καὶ ἄγριός τις Σαπώρης εἶναι πρὸς τοὺς ἐσιόντας, ἦν τε ἀληθῶς, [καὶ] ἐξηγγέλλετο, ἀλλ' ὅμως ἐπεὶ πρόσοδος Εὐσταθίῳ κατὰ τὴν κοινὴν πρεσβείαν ἐγένετο πρὸς τὸν βασιλέα, τήν τε ὑπεροψίαν τὴν ἐν τοῖς ὄμμασι καὶ τὸ μείλιχον ἐθαύμασε, καί τοί γε πολλὰ ἐς κατάπληξιν 6.5.7 τοῦ ἀνδρὸς μηχανησάμενος. καὶ ὡς ἡμέρως καὶ ἀλύπως διαλεγομένου τῆς φωνῆς ἤκουσεν, καὶ τῶν ἐπιτρεχουσῶν κοσμίως καὶ