Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑπετάττεσθε, πῶς ἦν ὑμῖν πρᾶγμα κοινὸν πρὸς τὴν δι καιοσύνην οὐδέν. {Rom 6,21- 23} Καίτοι ἡδέως ἂν ἔγωγε νῦν πυθοίμην ὑμῶν, ὑπὲρ ὅτου κατεσπευ σμένως οὕτως τῇ ἁμαρτίᾳ τὴν καλὴν ἐκείνην δουλείαν ἐξεπληροῦτε, καὶ τίς τῆς πολλῆς ταύτης εὐνοίας ὑμῖν ὁ καρπός· οὐ φθορὰ καὶ ἀκαθαρσία καὶ θάνατος καὶ τὰ πάσης αἰσχύνης ἀνάμεστα; Ἆρα οὖν, φησί, τοιαῦτα καὶ τὰ νῦν; ἢ μικρῷ τῷ καὶ τῷ τυχόντι διεστηκότα, ἀλλ' οὐχὶ τῷ ὅλῳ καὶ τῷ παντί; ἀλλαξάμενοι γὰρ τῆς ἁμαρτίας θεὸν καὶ τὰ δοκοῦντα τούτῳ διαπράττεσθαι γνόντες, καρποῦσθε μὲν τὸν ἁγιασμόν, τὸ ἀναμάρτητον τοῦτ' ἔστιν, ἐκ δὲ τούτου τὸ ἀθανά τοις ὑμῖν διαμένειν περιέσται.
{Rom 7,14} Φέρε δή, φησί, συστήσωμεν καὶ ἀπὸ τοῦ νόμου τοῦτο αὐτό.
οὔκουν ἴστε νομομαθεῖς ὄντες τοῦτό γε ἀκριβῶς, ὅτι τοῦ ἀνθρώ που κύριος ὁ νόμος μέχρις οὗ ζῇ καθέστηκεν; ἡ γοῦν ὕπανδρος γυνὴ ζῶντι μὲν τῷ ἀνδρὶ προσδέδεται νόμῳ. οὐκοῦν αὐτοῦ περιόντος ἴδοι πρὸς ἕτερον ἢ κεκρίσεται μοιχαλίς, τελευτήσαντος δὲ ἀφεῖται τοῦ νόμου καὶ συνοικήσει μὲν ᾧ βουλήσεται, τὸ δὲ τῆς μοιχείας ἔγκλημα διαφεύξεται. ἄρα οὖν, ἀδελφοί, τοιοῦτόν τι καὶ τὸ καθ' ὑμᾶς· γεγόνατε μὲν γὰρ πιστεύσαντες τοῦ σώματος τοῦ 369 Χριστοῦ, τετελευτηκὼς δὲ ἐκεῖνος τῷ νόμῳ πρὸς ἑτέραν ἐκ τῶν νεκρῶν ἀνεβίω ζωήν. οὐκοῦν ἓν ὄντες καὶ ὑμεῖς ἐν αὐτῷ τῷ μὲν νόμῳ τεθνή κατε, καρπώσετε δὲ διὰ τῆς ἀναστάσεως αὐτῷ παραπλησίως καὶ ὑμεῖς. {Rom 7,5} Τῷ τῆς σαρκὸς ὀνόματι διχῶς ἡ θεία χρῆται γραφή· νῦν μὲν τὴν φύσιν οὕτως αὐτὴν ὀνομάζουσα, ὡς τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα τῷ σωτῆρι πρὸς τοὺς μαθητὰς περὶ ἑαυτοῦ μετὰ τὴν ἀνάστασιν εἰρημένον, νῦν δὲ οὐκ αὐτὴν ἀλλὰ τὸ αὐτῆς ἐμπαθές, ὡς τοῦτο αὐτὸ τὸ προκείμενον. οὐ γὰρ ὡς ἀσάρκων νῦν ὄντων ἔφησε τὸ ὅτε ἦμεν ἐν τῇ σαρκί, ἀλλ' ὡς πρὸς ἀθανασίαν καὶ ἀπάθειαν ἐν Χριστῷ μετεληλυθότων· πολλάκις γάρ, καθὼς ἤδη προέφην, ἀπὸ τῶν κατὰ Χριστὸν πιστευομένων ἡμῖν ὡς ἐνεστώτων προσδιαλέγεται. λέγει τοίνυν ὅτι τῆς προτέρας ἡμῶν ἔτι τῆς σαρκικῆς ὄντων ζωῆς, τὰ ἐν τοῖς ἡμετέροις παθήματα μέλεσι πρὸς ἁμαρτίαν ἐνηργεῖτο διὰ τοῦ νόμου, τοῦτ' ἔστιν ὑφ' ἡμῶν ἐνεργούμενα διὰ τὸν νόμον ἡμῖν εἰς ἁμαρτίαν κατελογίζετο, τιτρωσκόμενοι δὲ ὑπὸ ταύτης ἀναγκαίως τῷ θανάτῳ παρεπεμπόμεθα· τρισὶ γὰρ τούτοις δι' ἀλλήλων κρατυνομένοις ἡ φύσις ἡμῶν ἐδαμάζετο, τῆς μὲν ἁμαρτίας ἰσχυούσης διὰ τοῦ νόμου, τοῦ θανάτου δὲ διὰ τὴν ἁμαρτίαν κρατοῦντος, τοῦ νόμου δὲ τοῖς θνητοῖς τε καὶ διὰ τοῦτο πρὸς ἁμαρτίαν ἐπιρρεπέσιν ἀναγκαίως ἐπικειμένου. οὐκοῦν τὴν μὲν ἁμαρτίαν ὁ νόμος συνίστη, ἡ δὲ ἁμαρτία τὸν θάνατον ἀπεγέννα, ὁ δὲ θάνατος τὴν φύσιν εἰς ἁμαρτίαν εὐόλισθον διὰ τοῦ ἐμπαθοῦς ἐργασάμενος ἐν χρείᾳ νόμων κατέστησεν. {Rom 7,6} Νῦν μέντοι, φησίν, ἀπὸ τοῦ νόμου τοῦ κατέχοντος ἡμᾶς κατηργήθημεν, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. δέον οὖν ὡς ἀθανάτους τοῦ λοιποῦ καὶ πνευματικοὺς γεγενημένους ἡμᾶς πολιτεύεσθαι, ἀλλὰ μὴ ὡς φθαρτοὺς ἔτι καὶ παλαιουμένους καὶ νόμῳ διὰ τοῦτο κατηναγκασμένους δουλεύειν. ἀντιδιέστειλε δὲ τῷ γράμματι μὲν τὸ πνεῦμα, τῇ παλαιότητι δὲ τὴν καινότητα, καὶ αὐτοῖς τοῖς ὀνόμασι μεγίστην δεικνὺς τὴν τῶν πραγμάτων διαφοράν. {Rom 7,7} Τήν τε γὰρ ἐπιθυμίαν, φησίν, οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις. οὐ τοῦτό φησιν ὅτι τῆς ἐπιθυμίας μοι 370 τὴν φύσιν ἐντέθεικεν οὐκ ἔχοντι τὸ παράγγελμαἡ γὰρ ἐπιθυμία τῆς φύσεως, ἀλλ' ὅτι μὴ διδάξαντός με τοῦ νόμου διὰ τῆς ἀπαγορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην. {Rom 7,8a } Μὴ διδάξαντός με τοῦ νόμου, φησί, διὰ τῆς ἀπαγορεύσεως, ἐπίψο γόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην, νυνὶ