1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

συνέδριον θεοῦ καὶ σύνδεσμος ἀποστόλων Χριστοῦ. χωρὶς τούτων ἐκκλησία ἐκλεκτὴ οὐκ ἔστιν, οὐ συνάθροισμα ἅγιον, οὐ συναγωγὴ ὁσίων. πέπεισμαι δὲ καὶ ὑμᾶς οὕτω διακεῖσθαι· τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθ' ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὗ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις· ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι. ἀγαπῶν ὑμᾶς φείδομαι συντονώτερον ἐπιστεῖλαι, ἵνα μὴ δόξω τισὶν εἶναι προσάντης ἢ ἐπιδεής. δέδεμαι μὲν διὰ Χριστόν, ἀλλ' οὐδέπω Χριστοῦ ἄξιός εἰμι· ἐὰν δὲ τελειωθῶ, τάχα γενήσομαι. Oὐχ ὡς ἀπόστολος διατάσσομαι, ἀλλ' ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. καλὸν δὲ τὸ ἐν κυρίῳ καυχᾶσθαι. κἂν ἐρρωμένος ὦ τὰ κατὰ θεόν, πλέον με δεῖ φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς εἰκῆ φυσιοῦσί με· οἱ γάρ με ἐπαινοῦντες μαστιγοῦσιν. ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ' οὐκ οἷδα, εἰ ἄξιός εἰμι· τὸ γὰρ ζῆλος τοῦ ἐχθροῦ πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου ὁ διάβολος. Mὴ γὰρ οὐκ ἐδυνάμην ὑμῖν μυστικώτερα γράψαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶμαι καὶ σύγγνωτέ μοι, μὴ οὐ δυνηθέντες χωρῆσαι τὴν ἐνέργειαν στραγγαλωθῆτε. καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς ἀγγελικὰς τάξεις καὶ τὰς τῶν ἀρχαγγέλων καὶ στρατιῶν ἐξαλλαγάς, δυνάμεών τε καὶ κυριοτήτων διαφοράς, θρόνων τε καὶ ἐξουσιῶν παραλλαγὰς αἰώνων τε μεγαλότητας, τῶν τε Χερουβεὶμ καὶ Σεραφεὶμ τὰς ὑπεροχάς, τοῦ τε πνεύματος τὴν ὑψηλότητα καὶ τοῦ κυρίου τὴν βασιλείαν καὶ ἐπὶ πᾶσιν τὸ τοῦ παντοκράτορος θεοῦ ἀπαράθετον· ταῦτα γινώσκων ἐγὼ οὐ πάντως ἤδη τετελείωμαι ἢ μαθητής εἰμι, οἷς Παῦλος καὶ Πέτρος· πολλὰ γάρ μοι λείπει, ἵνα θεοῦ μὴ ἀπολειφθῶ. Παρακαλῶ οὖν ὑμᾶς οὐκ ἐγώ, ἀλλ' ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ᾖτε δὲ κατηρτισμένοι τῇ αὐτῇ γνώμῃ καὶ τῷ αὐτῷ νοΐ. εἰσὶ γάρ τινες ματαιολόγοι καὶ φρεναπάται, οὐ Χριστιανοί, ἀλλὰ χριστέμποροι, ἀπάτῃ περιφέροντες τὸ ὄνομα Χριστοῦ καὶ καπηλεύοντες τὸν λόγον τοῦ εὐαγγελίου καὶ τὸν ἰὸν προσπλέκοντες τῆς πλάνης τῇ γλυκείᾳ προσηγορίᾳ, ὥσπερ οἰνομέλιτι κώνειον κεραννύντες, ἵνα ὁ πίνων τῇ γλυκυτάτῃ κλαπεὶς ποιότητι τὴν γευστικὴν αἴσθησιν ἀφυλάκτως τῷ θανάτῳ περιπαρῇ. παραινεῖ τις τῶν παλαιῶν· Mηδεὶς ἀγαθὸς λεγέσθω κακῷ τὸ ἀγαθὸν κεραννύς. λέγουσι γὰρ Χριστόν, οὐχ ἵνα Χριστὸν κηρύξωσιν, ἀλλ' ἵνα Χριστὸν ἀθετήσωσιν· καὶ οὐ νόμον προφέρουσιν, ἵνα νόμον συστήσωσιν, ἀλλ' ἵνα ἀνομίαν καταγγείλωσιν· τὸν μὲν γὰρ Χριστὸν ἀλλοτριοῦσι τοῦ πατρός, τὸν δὲ νόμον τοῦ Χριστοῦ. τὴν ἐκ παρθένου γέννησιν διαβάλλουσιν, ἐπαισχυνόμενοι τὸν σταυρὸν τὸ πάθος ἀρνοῦνται καὶ τὴν ἀνάστασιν οὐ πιστεύουσι· τὸν θεὸν ἄγνωστον εἰσηγοῦνται, τὸν Χριστὸν ἀγέννητον νομίζουσι, τὸ δὲ πνεῦμα οὐδὲ ὅτι ἔστιν ὁμολογοῦσι. τινὲς δὲ αὐτῶν τὸν μὲν υἱὸν ψιλὸν ἄνθρωπον εἶναι λέγουσι, ταὐτὸν δὲ εἶναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, καὶ τὴν κτίσιν ἔργον θεοῦ, οὐ διὰ Χριστοῦ, ἀλλ' ἑτέρου τινός, ἀλλοτρίας δυνάμεως.

Ἀσφαλίζεσθε οὖν τοὺς τοιούτους, ἵνα μὴ λάβητε βρόχον ταῖς ἑαυτῶν ψυχαῖς· καὶ τὸν βίον ὑμῶν ἀπρόσκοπον τίθεσθε πᾶσιν ἀνθρώποις, ἵνα μὴ γένησθε παγὶς τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον. ὁ μὴ ἰώμενος γὰρ ἑαυτὸν ἐν τοῖς ἔργοις ἑαυτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. ἐὰν οὖν καὶ ὑμεῖς ἀποθῆσθε φυσίωσιν, ἀλαζονείαν, τύφον, ὑπεροψίαν, δυνατὸν ὑμῖν ἐστιν εἶναι ἀχωρίστους θεοῦ· ἐγγὺς γάρ ἐστι τοῖς φοβουμένοις αὐτόν, καί· Ἐπὶ τίνα, φησίν, ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; αἰδεῖσθε δὲ καὶ τὸν ἐπίσκοπον ὑμῶν ὡς Χριστόν, καθὰ ὑμῖν οἱ μακάριοι διετάξαντο ἀπόστολοι. ὁ ἐντὸς τοῦ θυσιαστηρίου ὢν καθαρός ἐστιν· διὸ καὶ ὑπακούει τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις· ὁ δὲ ἐκτὸς ὤν, οὗτός ἐστιν ὁ χωρὶς τοῦ ἐπισκόπου καὶ τῶν