10
τὴν πορφυρίδα καὶ τὸ διάδημα, δι' ὧν τοὺς πάντας ἐλευθεροῖ· Ἔστι γὰρ αὐτῷ πορφύρα· πορφυρὶς τὸ σῶμα, καὶ τὸ διάδημα ὁ λόγος. Τοῦτον ἰδὼν Ἰωάννης βοᾷ καὶ λέγει· Ἡμεῖς πάντες ἐκ μέρους. Μωϋσῆς τῷ Ἰσραὴλ νομοθετεῖ, Ἡσαΐας τῷ Ἰσραὴλ προφητεύει, Ἱερεμίας ὡσαύ 60.720 τως, ἐγὼ δὲ βάπτισμα μετανοίας τῷ κόσμῳ· ἀλλ' οὐδεὶς ἐλευθεροῖ. Ἦλθεν ὁ τῶν πάντων ἔχων τὴν ἐξουσίαν· αὐτός ἐστιν ὁ παρ' ἡμῶν κηρυττόμενος, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης· αὐτὸς οὐκ ἔθνει ἑνὶ χαρίζεται, ἀλλὰ ὅλῳ τῷ κόσμῳ σωτηρία γίνεται. Ἀμνὸν εἶχεν ὁ νόμος· ἀλλ' ὑπὲρ ἑνὸς ἔθνους ἐσφάζετο, ἀλλ' οὐκ ἀφῆκεν ἁμαρτίας· τύπος γὰρ ἦν. Μετὰ τοῦτον τὸν ἀμνὸν Ἡσαΐας κηρύττει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἡ κρίσις αὐτοῦ ἀπ' αὐτοῦ ἤρθη. Οὗτός ἐστιν ὁ ἀληθινὸς ἀμνὸς, ὁ διὰ λόγων κηρυττόμενος, καὶ νῦν δι' ἔργων φαινόμενος· οὗτός ἐστιν ὑπὲρ ὅλου τοῦ κόσμου ἑαυτὸν ἐκδούς· οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, Οἱ προφῆται διὰ γραμμάτων τὰ μέλλοντα προεφήτευσαν, οὐ τὰ πράγματα ἔδειξαν· ἐὰν γένηται τὰ πράγματα, ἀληθινὰ ποιεῖ τὰ γράμματα. Προεφήτευσε ∆αυῒδ περὶ τῶν μελλόντων εἰς τὸν Ἰησοῦν γίνεσθαι· ἀλλὰ μηδέπω παρόντων τῶν πραγμάτων, τὰ γράμματα σκιὰν ἔσχον, τοῦτο οἰκονομήσαντος τοῦ Θεοῦ. Εἰ γὰρ ἐγνώκεισαν οἱ Ἰουδαῖοι τὸ διὰ γραμμάτων πράγμασι φαινόμενον, τὰ γράμματα ἦσαν ἀπαλείψαντες, δεδοικότες τὸν ἐκ πραγμάτων ἔλεγχον. Ἔλεγε γὰρ ὁ ∆αυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; τοῦ Ἡρώδου καὶ τοῦ Καϊάφα τὴν ἀπόνοιαν· Συνήχθησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἐπὶ τὸ αὐτό· τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ ∆εσπότου λέγει Κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ τοῦ σταυροῦ δὲ λέγων, ἐν εἰκοστῷ πρώτῳ ἔλεγε· Περιεκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Καὶ εἶχον σκιὰν τὰ γράμματα· ὅτε δὲ ἦλθε τὰ πράγματα, τότε ἡ σκιὰ ἀνεχώρει, καὶ ὁρῶσιν οἱ Ἰουδαῖοι τὰς χεῖρας καὶ τοὺς πόδας ἡλωθέντας οἴκοθεν, αὐτῶν τὸν ἔλεγχον ἐν τοῖς ἑαυτῶν βιβλίοις ταῦτα περιέχοντα· καὶ οὐκ ἔτι δύνανται ἐξαλεῖψαι τὰ γράμματα. Πρόδηλα γὰρ γεγόνασι τὰ ἀμφότερα· τὰ γράμματα τοῖς πράγμασι συνεφώνησεν. Ἔλεγεν Ἡσαΐας Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐνώπιον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἰουδαῖοι ἀνεγίνωσκον τὰ γράμματα, καὶ οὐκ ἐνενόουν τὰ πράγματα· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν 60.721 τὴν εἰκόνα. Ὅτε δὲ ἦλθεν ὁ καιρὸς τοῦ τὰ πράγματα φανερὰ γενέσθαι, καὶ ὁ ἀληθινὸς ἀμνὸς ἐπὶ σφαγὴν ἤγετο, καὶ τὸ ἀληθινὸν πρόβατον ὑπὲρ ὅλου τοῦ κόσμου ἐθύετο, καὶ ἡ ἀληθινὴ κάθαρσις τῶν ἀνθρώπων ἐγίνετο, καὶ τὸ ἀληθινὸν αἷμα ὑπὲρ σωτηρίας ὅλου τοῦ κόσμου ἐξεχύνετο, καὶ τὰ ὑπὸ Ἰουδαίων ἐδραματουργεῖτο· καὶ τῆς προφητείας τοῦ Ἡσαΐου πληρουμένης κατῃσχύνθησαν οἱ Ἰουδαῖοι. Ἐὰν γὰρ θελήσωσιν οἱ Ἰουδαῖοι ἀρνήσασθαι, ἀναγινώσκω αὐτοῖς τὸν ∆αυῒδ, ἀναγινώσκω τὸν Ἡσαΐαν, οἴκοθεν αὐτῶν τὸν ἔλεγχον προφέρω. Ἔρχεται καὶ Μωϋσῆς συνηγορῶν μοι περὶ τοῦ σταυρωθέντος· ὃς βουλόμενος αὐτοῖς κηρῦξαι τὸν μέλλοντα σταυροῦσθαι, διὰ γραμμάτων ἐκήρυξε. ∆ιὰ τοῦτο ἔφη· Κἂν ἐγὼ σιωπήσω, τὰ ἔργα κράζουσι. Ποῖα ἔργα; Ἀγνοοῦσιν οἱ Ἰουδαῖοι· ἡ γὰρ σκιὰ τοῦ