10
καὶ σήμαντρα, καὶ ἀντὶ τοῦ πανιέρου σώματος αὐτοῦ δῶρον ἐναποθέσθαι ταῦτα ποθούμενον, ἃ οὐκ ἄν τις πιστεύσειεν ἀθεεὶ καὶ κατὰ τήνδε πεφοιτηκέναι τὴν μεγαλόπολιν.
41 Παλαιὸς γάρ τις καὶ ἀρχαίζων λόγος καὶ βίβλοις αὐταῖς ἐναπόγραφος κάτεισιν ὡς ἡμᾶς μὴ μακρὰν τῶν τοῦ τετράρχου Ἡρώδου βασιλείων, φρουρεῖσθαί τε καὶ συγκεκλεῖσθαι [φ. 170 ῃο] τὸν ἀπόστολον, πλησίον δέ που καὶ σύνεγγυς ταῖς στρατιωτικαῖς σπείραις φυλάττεσθαι. ∆έει τοῦ μὴ παρά τινων τῶν δεσμῶν ἀπολυθέντα τερατούργημα δόξῃ τὸ δραματούργημα· ἵν' ἔκ τε τοῦ πλησιάζειν ταῖς βασιλικαῖς οἰκίαις, ἔκ τε τῶν φυλασσόντων καὶ τῆς τῶν ἁλύσεων περιβολῆς τε καὶ περιστάσεως, πάντοθεν σχοίη τὸ ἀναπόδραστον. Ἀλλ' ἐπειδὴ πολλοὶ τῶν δι' αὐτοῦ τῷ Χριστῷ πεπιστευκότων ἀνὰ τὴν βασιλικὴν ἑστίαν διῆγόν τε καὶ διέτριβον, καὶ ταῖς βασιλέως θεραπείαις ὑπηρετούμενοι, τὸ πρὸς Χριστὸν καὶ τὸν αὐτοῦ ἀπόστολον φίλτρον, ἐν καρδίας μυχοῖς περιέφερον. Παραδόξως τῆς ἀπολυτρώσεως δι' ἀγγελικῆς ἐπιστασίας ἐνεργηθείσης, ἐκεῖνος μὲν διὰ τῆς πύλης ἐξῄει τῆς πρὸς τὴν πόλιν φερούσης· τὰς δέ γε ἁλύσεις περὶ τὴν φρουρὰν καταλειφθείσας, οἱ τῶν τοῦ Ἡρώδου ὑπηρετῶν, ὅσοις τὸ τῆς θεογνωσίας ἐνήστραψε φῶς, ταύτας κρυφῇ ἀνελόμενοι καὶ παρ' ἑαυτοῖς θησαυρίσαντες, καὶ παῖς παρὰ πατρός, ὃ δὴ λέγεται, τὸ περὶ αὐτὰς διήγημα τοῖς ἐφεξῆς παραπέμψαντες ἐν ἀσφαλεῖ κατεῖχον καὶ συγκατέκρυπτον, ἕως τὸ τῆς ἰουδαϊκῆς πατριᾶς ἔργον γεγονυίας πολέμου καὶ εἰς φροῦδον χωρησάσης, ἔτι μὴν καὶ τῆς εἰδωλικῆς σκοτομήνης περιαιρεθείσης, ὑπὸ βασιλεῦσι πιστοῖς τὰ Ῥωμαίων γέγονε σκῆπτρα, οἷς διὰ σπουδῆς ὄντα περὶ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων παντοίως τιμᾶν, φανεροῦται καὶ ἡ ἀποστολικὴ αὕτη ἅλυσις, καὶ ὑπ' αὐτῶν πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων ἀναφέρεται, καὶ τῷ τοῦ ἀποστόλου ἱερῷ τεμένει ἐπαξίως ἐγκατατίθεται, ἣν ὡς αὐτοῦ ἐκείνου τὸ θαυματουργὸν σκῆνος καὶ τιμῶμεν καὶ κατασπαζόμεθα.
42 Ταύτην γὰρ βλέποντες, ἐκεῖνον νοητῶς κατοπτεύ ομεν καὶ ταύτῃ προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Τί δὲ ἡ μάχαιρα; οὐ δὲ γὰρ ταύτην παροπτέον, ὅτι καὶ αὐτὴ χειρὶ σπωμένη ἀποστολικῇ, ὅλην ἐκεῖθεν τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπλούτησε, μεθ' ἧς καὶ κατὰ τὸν τοῦ πάθους καιρὸν παίσας τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ τὸ τούτου ἀποτεμὼν ὠτίον, ἔδειξε μὲν τὸ θερμὸν τῆς πρὸς τὸν διδάσκαλον πίστεως· ἔδρασε δέ τι μεῖζον καὶ ὑπὲρ ἄνθρωπον, οὐκ αὐτὸς, ἀλλὰ πρὸς τὸ τοῦ διδασκάλου δυνατὸν ἀφορῶν, δι' οὗ τὸ τιμηθὲν αὖθις τῷ πεπληγότι ἀποκαθίστατο. Ἵνα τί γένηται; Ἱν' ἐντεῦθεν [φ. 171 ρο] τὸ μεμηνὸς ἐκεῖνο πλῆθος κατ' αὐτοῦ τῶν Ἰουδαίων τῇ θεραπείᾳ τοῦ τμηθέντος μορίου σωφρονισθὲν καὶ τῆς κατὰ Χριστὸν λύσσης ἀπαλλαγὲν τῆς προδοσίας ἀπόσχοιτο, καὶ γνῷ διὰ τῆς πείρας τοῦ προδιδομένου τὸ παντοδύναμον καὶ τὸ τῆς αὐτοῦ θεότητος μέγεθος. ∆ιδάσκοιτο δὲ καὶ ὁ ἀρχιερεὺς παρ' αὐτοῦ τοῦ θαύματος ἐναργέστερον καὶ γνοίη ὡς οὐκ ἂν οὕτω ταχείας ἠξίωτο θεραπείας ὁ πεπονθώς, εἰ μὴ Θεὸς ἦν ἀληθὴς ὁ παρ' αὐτοῦ ἐταζόμενος καὶ κρινόμενος.
43 Παρῆν δὲ τῷ ἀποστόλῳ ἡ μάχαιρα, οὐχ ὡς ἄν τις φαίη χρείαις ἰδίαις ὑπηρετησαμένη καὶ πρὸς ἔργα χειρῶν ἀντιληψομένη. Πῶς γάρ; Ὅς γε ταῖς τοῦ ∆ιδασκάλου πειθόμενος παραινέσεσι, μὴ πήραν, μὴ ζώνην, μὴ μάχαιραν. ἐπιφέρεσθαι, ἀπέριττός τε καὶ ἄσκευος καὶ τῶν βιωτικῶν πάντη ἀπηλλαγμένος, τοῖς ὑποδεχομένοις τὸ κήρυγμα ἐγνωρίζετο.
44 Ἀλλ' ἐπειδήπερ ὁ τοῦ πάθους ἠλπίζετο καιρὸς, ἔτι τε τοῖς μαθηταῖς οἱ λογισμοὶ περὶ αὐτὸν ἐκυμαίνοντό τε καὶ ἐσαλεύοντο ἐν μεταιχμίῳ οὖσιν ἀπιστίας καὶ πίστεως, μήτε δι' ἐκείνης πρὸς ὑψηλοτέρας ἐννοίας ἀνελθεῖν συγχωρούμενοι, μήτε διὰ ταύτης πρὸς ταπεινοτέρας κατελθεῖν ἀφιέμενοι. [φ. 172 ρο] Καὶ καθαρῶς μὲν τὰ τοῦ πάθους προσημάναι οὐκ ἦν ἀκίνδυνον ἀτελεστέροις οὖσιν· ἐδεδίει δ'