1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

10

ματαίων λόγων ἰσχυροτέρα, διδάσκει. Εἰσῆλθε τὸ σκότος εἰς τὰ ὅρια τοῦ φωτός, καὶ οὐκ ἐλύθη; Καὶ πάλιν· Πῶς ἐχωρήθη τὸ σκότος ἐν τοῖς τοῦ φωτὸς ὁρίοις; Καὶ πάλιν· Εἰ μὲν σοφὸς ἦν ὁ ἀγαθός, πῶς οὐ προέγνω τὴν ἐπιδρομὴν τοῦ πονηροῦ καὶ προωχύρωσεν ἑαυτὸν καὶ τὸν τόπον αὐτοῦ; Εἰ γὰρ μὴ ἦν σοφὸς μηδὲ προγνώστης, μωρός· τὸν δὲ μωρὸν πῶς λέγεις ἀγαθόν; Καὶ πάλιν· Εἰ ὅλον τὸ σκότος εἰσῆλθεν εἰς τὰ ὅρια τοῦ φωτός, κενὸς ἔμεινεν ὁ τόπος αὐτοῦ· εἰ δὲ μέρος αὐτοῦ, πῶς μέρος αὐτοῦ ἐνίκησε τὸν ὑπὸ τοῦ ἀγαθοῦ ἀποσταλέντα πολεμῆσαι αὐτῷ; Ἄσοφος γὰρ ὁ ἀποστέλλων ἀσθενέστερον πρὸς ἰσχυρότερον. Ἢ ἀσθενὴς ὁ ἀγαθός, ὁ δὲ πονηρὸς ἰσχυρότερος. Καὶ πάλιν· Εἰ μὲν ἑκουσίως προέδωκεν ὁ ἀγαθὸς μέρος ἑαυτοῦ, τουτέστι τὴν ψυχήν, οὐκ ἀγαθὸς ὁ ἀγαθὸν κακῷ ἐκδιδούς. Πῶς δὲ αὐτὸς ἔκδοτον δέδωκε τὴν ψυχὴν τῷ πονηρῷ; Κρίνειν τοὺς δουλεύοντας τῷ πονηρῷ; Ἐροῦσι γὰρ αὐτῷ· Σὺ παρέδωκας ἡμᾶς, ἀνῄρηται ἡ κρίσις. Εἰ δὲ αὐτοῦ μὴ θέλοντος ἀφήρπασαν μέρος αὐτοῦ οἱ ἄρχοντες τῆς κακίας, ἀσθενέστερός ἐστι καὶ ἀμαθέστερος, πρῶτον μὲν ἀπολέσας μέρος αὐτοῦ, δεύτερον μὴ δυνηθεὶς ἀφαρπάσαι τὸ ἐξ αὐτοῦ ἁρπαγέν· εἰ γὰρ ἐξ ἀρχῆς οὐκ ἠδυνήθη, οὐδὲ μετὰ ταῦτα δυνηθήσεται. Πῶς δὲ παραλαβὼν τοὺς ἄρχοντας τῆς κακίας ἐσταύρωσε καὶ ἐκ τῶν σαρκῶν αὐτῶν ἐποίησε τοὺς οὐρανούς, ἐκ δὲ τῶν ὀστῶν αὐτῶν τὰ ὄρη, τὸ δὲ μέρος αὐτοῦ ἁρπαγὲν οὐ παρέλαβε; Καὶ οὕτως δὲ ἀναιρεῖται ἡ κρίσις. Ἀναίτιοι γὰρ οἱ ἁμαρτάνοντες· εἰ γὰρ αὐτὸς οὐκ ἠδυνήθη τὸ μέρος αὐτοῦ ἀπολαβεῖν, πῶς ἡ ψυχὴ ἡ κατακυριευθεῖσα δυνήσεται μὴ ἁμαρτάνειν καὶ ἀναίτιος ἔσται; Καὶ εἰ τελευταῖον δεσμήσει ὁ ἀγαθὸς τὴν κακίαν, ἀπολήψεται τελείως τὴν ψυχήν, καὶ οὐ κολασθήσεται ἄνθρωπος. Καὶ πάλιν· Εἰ ἐκ τοῦ σώματος τῇ ψυχῇ ἡ κακία, ἀναίτιος ἡ ψυχή. Καὶ πάλιν· Τὸ σῶμα νεκρὸν κείμενον οὐχ ἁμαρτάνει. Οὐκοῦν οὐκ ἐκ τοῦ σώματος ἡ κακία, ἀλλ' ἐκ τῆς ψυχῆς. 30 Εἴπατε ἡμῖν, ὦ Μανιχαῖοι, ἡ παρ' ὑμῖν ἄναρχος κακία, ἣν ὕλην ὀνομάζετε, ἀσώματός ἐστιν ἢ σῶμα ἢ σύνθετον; Καὶ εἰ μὲν ἀσώματος, πῶς ὕλη; Ἡ γὰρ ὕλη οὐκ ἀσώματος. Ἀλλ' ἴσως ἐρεῖτε, ὅτι ἀσώματος μέν ἐστιν, ἐποίησε δὲ τὸ σῶμα. Εἴπατε οὖν ἡμῖν· Ἐκ τῆς οὐσίας αὐτοῦ ἢ ἐκ τοῦ μὴ ὄντος; Καὶ εἰ μὲν «ἐκ τῆς ἑαυτοῦ οὐσίας» εἴπητε, ψεύδεσθε. Ἐκ γὰρ ἀσωμάτου οὐσίας σῶμα οὐ προέρχεται-τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται οὔτε ἐξ ἀσωμάτου εἰς σῶμα οὐσία τραπήσεται-οὐδὲ ἐκ σώματος εἰς ἀσώματον οὐδὲ ἐκ λογικοῦ εἰς ἄλογον οὐδὲ ἐξ ἀλόγου εἰς λογικόν. Ἡ γὰρ οὐσιώδης ποιότης ἀκίνητος, τὰ δὲ μεταβάλλοντα καὶ τρεπόμενα κατὰ συμβεβηκὸς τρέπεται, ἅτινα γίνονται καὶ ἀπογίνονται δίχα τῆς τοῦ ὑποκειμένου φθορᾶς. Εἰ δὲ εἴπητε «ἐκ τοῦ μὴ ὄντος», εἴπατε ἡμῖν, διὰ τί ἀσώματος ὢν καὶ πονηρὸς μὴ ἐποίησε καὶ τὴν σύμμιξιν ἀπὸ πονηρῶν, διὰ τί μὴ ἐποίησε καὶ ψυχὰς φύσει πονηρὰς ὡς καὶ τὸ σῶμα, ὡς λέγετε, φύσει κακόν, διὰ τί συνεκέρασε τῇ ἑαυτοῦ κακίᾳ μέρος τοῦ ἀγαθοῦ; Ὁ γὰρ ἀγαθὸς τοῦτο οὐκ ἐποίησεν· ὥστε οὐ τελέως ἐστὶ πονηρός, ἀλλ' ἔχει μέρος ἀγαθόν. Καὶ ταῦτα μέν, εἰ ἀσώματον λέγετε. Εἰ δὲ σῶμα, πῶς ἐκινήθη; Πᾶν γὰρ σῶμα καθ' ἑαυτὸ ἀπροαίρετον καὶ νεκρόν. Πῶς οὖν ἐκινήθη; Τίς αὐτῷ δέδωκε τὴν κίνησιν; Ὁ ἀγαθός; Οὐκοῦν οὐκ ἀγαθὸς ἢ οὐ σοφὸς οὐδὲ προνοητικὸς κινήσας τὴν κακίαν. Εἰ δὲ σύνθετον εἴπητε, γνῶτε, ὅτι πᾶν τὸ σύνθετον εὐδιάλυτον, καὶ ἀνάγκη, πρῶτον εἶναι τὰ ἁπλᾶ, ἐξ ὧν ἡ σύνθεσις γέγονεν, ὡς ἀνάγκη, πρῶτον εἶναι τὴν πίσσαν καθ' ἑαυτὴν καὶ τὸν κηρὸν καθ' ἑαυτὸν καὶ τότε γενέσθαι τὴν τοῦ κηροπίσσου σύνθεσιν. -Ἔσονται οὖν αἱ ἀρχαὶ τῆς κακίας δύο καὶ οὐ μία. 31 Εἴπατε οὖν, ὦ Μανιχαῖοι· Αἱ παρ' ὑμῖν δύο ἀρχαὶ παντελῶς εἰσιν ἀκοινώνητοι ἢ ἔν τισι κοινωνοῦσι καὶ ἔν τισι διαφέρουσι καί, εἰ μὲν παντελῶς εἰσιν ἀκοινώνητοι, ἡ