1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

10

ἔχων τὸν Πήγασον ἵππον ἀπέκτεινε τὴν Χίμαιραν. 4.51 Πεντηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Κέρβερον. ἔστι δὲ αὕτη. Μυθεύεται ὅτι ἐστί τις κύων ἔχων τρεῖς κεφαλὰς ὃς καλεῖται Τρίκρανος. καὶ οὗτος, φησί, φυλάττει τὰς πύλας τοῦ Ἅιδου. καὶ τοὺς μὲν καταβαίνοντας σαίνει καὶ κολακεύει, τοὺς δὲ ἀνιόντας δάκνει καὶ οὐκ ἐᾷ ἀνελθεῖν. φησὶν οὖν ὅτι ὁ Ἡρακλῆς, ὅτε κατῆλθε συναρπάσαι τῷ Πειρίθῳ τὴν Περσεφόνην, ἀνιὼν ἀπέκτεινε τὸν Κέρβερον. 4.52 Πεντηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὴν Σκύλλαν. ἔστι δὲ αὕτη. Μυθεύεται ἐν τῷ Τυρρηνικῷ πελάγει θηρίον, ὅ ἐστι γυνὴ μὲν περικαλλὴς μέχρι τοῦ ὀμφαλοῦ, ἔνθεν δὲ καὶ ἔνθεν κυνῶν κεφαλαὶ προσπεφύκασιν αὐτῇ ἕξ· τὸ δὲ ἄλλο αὐτῆς σῶμα ὀφιῶδες. ὅ, φησί, θηρίον τοὺς παραπλέοντας τὰ πελάγη ταῦτα κατήσθιεν ἀφειδῶς καὶ θηριωδῶς. 4.53 Πεντηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Χάρυβδιν. ἔστι δὲ αὕτη. Περὶ τὸ Σικελικὸν τοῦτο καὶ Τυρρηνικὸν πέλαγός ἐστι τις τόπος, ἐν ᾧ ἡ θάλασσα γίνεται ἄμπωτις καὶ ῥαχία. καὶ διίσταται τὸ ὕδωρ ὥστε τὸν πυθμένα τῆς θαλάσσης κατὰ τοῦτο τὸ μέρος, εἴγε δυνατόν, ὁρᾶσθαι. ἄμπωτις δέ ἐστιν οἱονεὶ ἀνάποσίς τις καὶ ἀναρρόφησις· τὸ δὲ ὕδωρ ὑπονοστεῖ ἔν τισι κοιλώμασι τῶν πετρῶν καὶ πάλιν ἐκρήγνυται. ὃ καὶ καλεῖται ῥαχία. ἦν δὲ οὗτος ὁ τόπος τοῖς πλέουσιν ἐπικίνδυνος καὶ θανάτου μεστός. ὁλοβρύχιον γὰρ τὸ πλοῖον ἐγίνετο ἐν τούτῳ τῷ τόπῳ, εἰ συνέβη, πλέοντος τοῦ πλοίου, γενέσθαι ἀμπώτιδα καὶ ῥαχίαν. περὶ τούτων Ὅμηρος· Ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις. ἀντίθετον δὲ ἐκάλεσε τὴν Χάρυβδιν πρὸς τὴν Σκύλλαν παραβαλών. 4.54 Πεντηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἅιδος κυνέης. ἔστι δὲ αὕτη. Ὅμηρος ὁ ποιητὴς εἰσφέρει τὸν ∆ία ἀορασίαν τινὰ καὶ ἀφάνειαν ἐμποιήσαντα περὶ τοὺς Ἕλληνας ὥστε μὴ ὁρᾶσθαι. λέγει οὖν μυθικώτερον, ὅτι τὴν κυνέαν τοῦ Ἅιδου περιέβαλεν αὐτοῖς ὥστε μὴ ὁρᾶσθαι. ἡ δὲ κυνέη περικεφαλαία ἐστὶ τοῦ Ἅιδου ἤτοι τοῦ Πλούτωνος. 4.55 Πεντηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Γύγου δακτύλιον. ἔστι δὲ αὕτη. Πλάτων ὁ φιλόσοφος ἐν Πολιτείαις (ἔστι δὲ οὕτως αὐτοῦ λεγομένη πραγματεία) εἰσφέρει τινὰ μῦθον. οὗτος δὲ λέγει ὅτι Γύγης ἦν τις ποιμὴν περὶ τὴν Λυδίαν. οὗτος ποιμαίνων ἐν ὄρει τὰ πρόβατα, περιέτυχε σπηλαίῳ τινι, καὶ εἰσελθὼν ἐν αὐτῷ, εὗρεν ἵππον χαλκοῦν, καὶ εὗρεν ἐν τῷ χαλκῷ ἵππῳ νεκρὸν ἄνθρωπον καὶ δακτύλιον. οὗ δακτυλίου ἡ κεφαλὴ στρεπτὴ ἦν, καὶ ἐστρέφετο. ἣν κεφαλὴν καλεῖ σφενδόνην ὁ θεῖος Γρηγόριος. ἔλαβεν οὖν ὁ Γύγης, φησί, τὸν δακτύλιον, καὶ ἐξῆλθεν. καὶ ἡνίκα μὲν ἦν ἐν τῇ τάξει ὁ δακτύλιος, ἑωρᾶτο ὑπὸ πάντων, ἡνίκα δὲ τὴν σφενδόνην τοῦ δακτυλίου ἔστρεφεν, ἀφανὴς ἐγίνετο πᾶσιν. ὁ οὖν Πλάτων εἰσφέρει τὸν μῦθον τοῦτον, ὅτι, φησίν, ὁ δίκαιος ἀνήρ, κἂν τὸν Γύγου λάβῃ δακτύλιον ἵνα μὴ ὁρᾶται ὑπό τινος, οὐδ' οὕτως ὤφειλεν ἀδικεῖν. δεῖ γὰρ τὸ καλὸν δι' αὐτὸ τὸ ἀγαθὸν ἐπιτηδεύεσθαι, καὶ μὴ δι' ἄλλους τινάς. 4.56 Πεντηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ τοὺς Λινδίους καταρᾶσθαι τῷ Βουθοίνᾳ. ἔστι δὲ αὕτη. Λίνδος πόλις παλαιὰ τῆς Ῥόδου. ἐν ταύτῃ τῷ ἱερεῖ τῷ θύοντι καὶ θοινωμένῳ τὸν βοῦν οἱ θύοντες κατηρῶντο καὶ διελοιδοροῦντο καὶ ὕβριζον ὕβρεις οὐχ ὁσίας. 4.57 Πεντηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἐν τοῖς Ταύροις ξενοκτονεῖν. ἔστι δὲ αὕτη. Ἤδη εἴπομεν ὅτι ἐν τῇ Σκυθίᾳ ἔθνος ἐστὶν ἤτοι πόλις λεγομένη Ταῦροι. ἐνταῦθα τιμᾶται ἡ Ἄρτεμις. τῆς οὖν Ἰφιγενείας τῆς Ἀγαμέμνονος θυγατρὸς ἐνταῦθα ὑπὸ τῆς Ἀρτέμιδος ἐνεχθείσης, τοὺς ἀφικομένους ξένους ἔθυον πρὸς τὸ μὴ κατάδηλον γίνεσθαι τὴν Ἰφιγενείαν μετὰ τὴν ἐπάνοδον τῶν ξένων. 4.58 Πεντηκοστὴ ὀγδόη ἐστὶν ἱστορία τὸ τοὺς Λάκωνας ξαίνεσθαι παρὰ τοὺς βωμούς. ἔστι δὲ αὕτη ῥηθεῖσα μὲν καὶ ἤδη πρότερον, καὶ νῦν δὲ λέγεται. Οἱ Λακεδαιμόνιοι καρτερικοὺς τοὺς ἑαυτῶν παῖδας εἶναι ἐκδιδάσκοντες ταῖς διαμαστιγώσεσιν ἐχρῶντο, ἐκδιδάσκοντες αὐτοὺς ὑπομονητικῶς ἔχειν. καὶ τούτους ἔξαινον ταῖς πληγαῖς παρὰ τοῖς βωμοῖς, καὶ τῷ μὴ ὀλιγωρήσαντι ἀλλὰ γενναίως ἐνεγκόντι ἆθλον ἐδίδοσαν. 4.59 Πεντηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ τοῦ κατατέμνεσθαι τοὺς Φρύγας.