11
μείζονα καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον καὶ πτηνὸν πτηνοῦ ταχύτερον. Εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. Τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; «Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρ' ἀγγέλους». Καὶ πάλιν· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον». Καὶ τὸ «Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους». Τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ, καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα. Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει ὁ αἱρετικός, δι' ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου, καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦ τέκτονος υἱός; ∆ιὰ τοῦτο τοῦ Πατρὸς ἐλάττων ὁ Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρα νίου ποιήσῃ. Ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύει, ἵνα τοὺς πεπονθότας ἰάσηται. 8.6 ∆ιὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς Κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως Σοφίαν· πάντα γὰρ δι' αὐτῆς ἐγένετο. Οὐδεὶς δὲ οὐδὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. Ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτή σαντες τῇ ἀθυμίᾳ καταπέσωσιν ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδ' αὖ πάλιν οἱ πολεμοῦντες μακρὰ τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτή σωσιν. Ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευό μενος. Καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμή σας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν, ἐν αἷς Πράξεσι τῶν Ἀποστόλων ὡς τελείοις κατ' ἰδίαν διαλεγόμενος καθ' ὑπεξαίρεσιν ἑαυτοῦ φησιν. «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ». Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. Ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴπη δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν. 8.7 Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο, ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοιῶν τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. Ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεός, ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὐκ ἔστι. ∆ικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρ χων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. Εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν, οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν, οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. «Ἀλλ' οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι», τουτέστιν οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσι τὸ ἔσχατον ὀρεκτόν. Παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσω πον. Μόνος δὲ ὁ Πατήρ, φησίν, ἐπίσταται, ἐπειδὴ καὶ αὐτός ἐστι τὸ τέλος καὶ