οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ κήποις τὴν ὠδινομένην αὐτοῖς ἀποτίκτει βλάστην, ὥσπερ ἐκ λαγόνων τῆς οἰκείας φύσεως ἐρευ γόμενα τὴν ἐνέργειαν. Παιδία δὲ ἤδη χλοηφορεῖ, ὑπόμνημα τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τοῦτο δει κνύοντα· "Ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι." Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἰς μέσον ἤχθη τὰ ῥήματα· μὴ γάρ τις οἰέσθω τηνάλως ἡμᾶς περὶ τούτων διαλαμβάνειν, ἀλλ' ἵνα τὸ ἐκ τῆς ἐντολῆς ἀναφαίνηται χρήσιμον. Οὐ γὰρ μάτην ἡμῖν τὸν μῆνα τῶν νέων ἐπιτηρεῖν ὁ νόμος προσέταξεν. Ἔδει καὶ τὴν ἀνθρώπου φύσιν χλοηροφορούσαις ταῖς ἀρούραις φιλονεικεῖν, καὶ τοῖς τῆς εὐσεβείας, ἵν' οὕτως εἴπω, βλαστήμασι περιανθιζομένην ὁρᾶσθαι. Φέρε γὰρ εἰς 77.432 ἡμᾶς αὐτοὺς τὴν τῶν πραγμάτων μετασκευάζοντες δύναμιν, καὶ μετατιθέντες εἰς τὸ χρήσιμον τοῦ νοήμα τος τὸν σκοπὸν, ἴδωμεν ἀκριβῶς εἰ τοῦ πρέποντος ἡμῖν ὁ λόγος διαμαρτήσεται, μῆνα τῶν νέων ἀποκαλῶν τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἐφ' ᾧ δὴ σύμπαντας ἑορτάζειν ἀκόλουθον. Οἴχεται μὲν γὰρ ἤδη πρὸς ἀπώλειαν ὁ δαίμων ἐκεῖνος ὁ ἀρχέ κακος, χειμῶνος δίκην ταῖς ἁπάντων ἐπισκήπτων ψυ χαῖς, καὶ ὥσπερ τι πλῆθος ὑετοῦ τὰς ἀτόπους ἡμῖν καταστάζων ἐπιθυμίας. Ἡ δὲ τῶν ἀκαθάρτων πνευ μάτων ἰσχὺς ἀπελήλαται, τὸ στυγνὸν τῆς ἁμαρτίας νέφος ἀπετινάχθη διὰ τῆς χάριτος. Ἠρινὸν δὲ ὥσπερ εἰς ἡμᾶς τέταται φῶς· εἶτα πρὸς τούτοις ἡ δοθεῖσα τοῦ Πνεύματος ἀπαρχὴ, καθάπερ τις ζέφυρος ἢ αὔρα λεπτὴ τὰς ἁπάντων ψυχὰς περιπνεῖ, καλύκων εἰς εὐωδίαν οὐχ ἡττωμένους τοὺς ἐν οἷς κατοικεῖν διαφό ρως κατασκευάζουσα. "Χριστοῦ γὰρ εὐωδία ἐσμὲν τῷ Θεῷ," καθάπερ Παῦλός φησι. Καὶ τὴν μὲν παλαιότητα τοῦ παρῳχηκότος βίου, οἷά τι φύλλον ἀποβεβλήκαμεν, εἰς ἑτέραν δὲ αὖθις ἀνανεούμεθα πολιτείαν ἀρτιθαλῆ καὶ νεόφυτον. Οὕτω καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· "Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν. ἰδοὺ γέγονε καινά." Εἰ δέ τῳ δοκεῖ καὶ διὰ τῆς θείας Γραφῆς, οὐ μακρὰν τῆς ἀληθείας ἀπο δημήσαντα τὸν λόγον ὁρᾷν, ἀκουέτω λέγοντος τοῦ νυμφίου, καὶ τὸν ἀληθέστερον μῆνα τῶν νέων τῇ νύμφῃ σημαίνοντος· "Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν." Ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ γηπονεῖν ἐπιστήμην ἐξησκημένοι καλῶς, τὰ μὲν ἄχρηστα τῆς ἀμπέλου περικείρουσι κλήματα· τὰ δ' ὅσα πρὸς καρποφορίαν ἐπιτηδείως ἔχειν δοκεῖ, μένειν ἐν αὐτῇ συγχωροῦσιν, ὁμοῦ τῆς οἰκείας τέχνης πρὸς τὸ συμφέρον χειραγωγούμενοι, οὕτω καὶ ὁ πάνσοφος ἡμῶν Θεὸς, τὴν ἑκάστου διάνοιαν διερευνώμενος, τὰ μὲν ἀργότερα πρὸς εὐσέβειαν, καὶ, ὡς ἄν τις εἴποι, λοιπὸν ἀπεσκληκότα βουλεύματα πε ριτέμνει· ἀνίεσθαι δὲ καὶ σώζεσθαι, καὶ μένειν ἐᾷ τὸν σώφρονα λογισμόν. Ἐντεῦθεν ἤδη πρὸς σωτηρίαν παιδαγωγούμενοι, τὰ μὲν τῆς σαρκὸς ἀποπεμπόμεθα πάθη, τὴν δὲ καθαρὰν τοῦ Πνεύματος χάριν ἐν ἑαυ τοῖς εἰσοικίζοντες, εἰς ἀμείνονα πολιτείαν ἀναμορ φούμεθα, καὶ τῶν τοῦ Παύλου ῥημάτων μεμνήμεθα, λέγοντος· "Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδι καίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν ἐν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ." Συζησόμεθα γὰρ ἀληθῶς, καὶ συμβασιλεύσομεν αὐτῷ, τὸν μὲν ἀπὸ τοῦ σώματος ἐκτρεπόμενοι μολυσμὸν, καὶ μισοῦντες, καθάπερ τις τῶν ἁγίων φησὶ, τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα· τιμῶντες δὲ τὴν Θεῷ φίλην ἐγκράτειαν, καθάπερ τι δῶρον τῷ ὑπὲρ 77.433 ἡμῶν ἀποθανόντι Χριστῷ τὸν ἐν ἀρετῇ βίον ἀπο κομίζοντες Οὕτω καὶ ὁ Ψαλμῳδὸς ἔλεγε· "Πάν τες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα." Ποῖον οὖν ἔσται παρ' ἡμῶν τῷ Κυρίῳ τὸ δῶρον, ἢ τίνι τρόπῳ προσαχθήσεται, πῶς δὲ πάλιν ἔσται δεκτὸν, ἄξιον ἐρευνῆσαι, καὶ παρὰ τῆς θείας τοῦτο μανθάνειν Γραφῆς. δʹ. Τί τοίνυν φησί; "Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ' αὐτῷ λίβανον. Θυσία ἐστί." Τὰ μὲν οὖν τῆς σεμιδάλεως