1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

καὶ μὴ γνοὺς τίνες εἶεν οἱ ἑρμηνεύσαντες αὐτάς, καθ' οὓς εὑρέθησαν χρόνους ταῖς πρὸ αὐτῶν τέσσαρσιν ἀκολούθως τῇ παραθέσει συνυφήνας, τὴν μίαν πέμπτην ὠνόμασεν, ἐπιγράψας διὰ τοῦ πέμπτου στοιχείου τῆς πέμπτης τὸν ἀριθμὸν καὶ δηλώσας τὸ ὄνομα· ὡσαύτως δὲ καὶ τῇ μετ' αὐτὴν τὸ ἐπίσημον ἐπιγράψας τὸ τῆς ἕκτης ἑρμηνείας ὄνομα ἐδήλωσεν. Ἀλλὰ καὶ τεχνικῶς τοῦτο εἰργάσατο, ὅπερ τῶν φιλολόγων τινὰς λανθάνει. Ἐντυγχάνοντες γάρ τινες τοῖς ἑξαπλοῖς ἢ ὀκταπλοῖς-τετραπλᾶ γάρ εἰσι τὰ ἑλληνικά, ὅταν αἱ τοῦ Ἀκύλα καὶ Συμμάχου καὶ τῶν ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος ἑρμηνεῖαι συντεταγμέναι ὦσι· τῶν τεσσάρων δὲ τούτων σελίδων ταῖς δυσὶ ταῖς ἑβραϊκαῖς συναφθεισῶν ἑξαπλᾶ καλεῖται· ἐὰν δὲ καὶ ἡ πέμπτη καὶ ἡ ἕκτη ἑρμηνεία συναφθῶσιν ἀκολούθως τούτοις ὀκταπλᾶ καλεῖται· φημὶ δὴ ταῖς ἓξ ἑρμηνείαις καὶ ταῖς ἄλλαις δυσὶ τῇ μὲν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς γεγραμμένῃ, τῇ δὲ ἑλληνικοῖς μὲν στοιχείοις ῥήμασι δὲ ἑβραϊκοῖς. Τινὲς τοίνυν, ὡς ἔφην, ταύταις ταῖς βίβλοις ἐντυγχάνοντες καὶ εὑρίσκοντες τὰς δύο ἑβραϊκὰς πρώτας κειμένας, μετὰ ταύτας δὲ πρώτην τὴν τοῦ Ἀκύλα τεταγμένην, μεθ' ἣν καὶ τὴν τοῦ Συμμάχου, ἔπειτα τὴν τῶν ἑβδομήκοντα δύο, μεθ' ἃς ἡ τοῦ Θεοδοτίωνος συντέτακται καὶ ἑξῆς ἡ πέμπτη τε καὶ ἕκτη, δοκοῦσι πρώτους ἑρμηνεῦσαι τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον τῶν ἑβδομήκοντα δύο κατὰ τὴν τάξιν τῆς θέσεως, ὅπερ οὐκ ἔστιν. Ἀλλ' Ὠριγένης πυθόμενος τὴν τῶν ἑβδομήκοντα δύο ἔκδοσιν ἀκριβῆ εἶναι, μέσην ταύτην συνέθηκεν, ὅπως τὰς ἐντεῦθεν καὶ ἐντεῦθεν ἑρμηνείας διελέγχῃ. Τοῦτο δὲ μόνον Ὠριγένης χρησίμως ἐποίησεν. Ἵνα δὲ καὶ τῶν Ῥωμαίων βασιλέων τὴν ἀκολουθίαν, ἣν ἠρξάμεθα ποιεῖν, μὴ παραλείψωμεν, αὖθις τὰς τῶν ἄλλων βασιλέων διαδοχάς, καθὼς ἕκαστος ἐβασίλευσεν, ὑποτάξωμεν. Μετὰ Γαλίηνον καὶ Οὐολουσιανὸν τοὺς προγεγραμμένους βασιλεύσαντας ἐπὶ ἔτεσι δύο καὶ μησὶ τέσσαρσιν ἐβασίλευσεν Οὐαλεριανὸς καὶ Γαλίηνος ἐπὶ ἔτεσι ιβʹ. Ἐν τῷ ἐνάτῳ ἔτει τῆς τούτων βασιλείας ἀνέβη Μάνης ἀπὸ τῆς Περσίδος, ὅτε καὶ πρὸς Ἀρχέλαον τὸν ἐπίσκοπον Κασχάρων τῆς Μεσοποταμίας συζητήσας καὶ τὸ ἧττον ἀπενεγκάμενος λεληθότως ἀπέδρα καὶ ἐλθὼν εἰς ∆ιοδωρίδα κώμην τῆς Κασχάρων περιοικίδος καὶ συζητήσας Τρύφωνι τῷ ἁγίῳ πρεσβυτέρῳ, τελείως ὑπ' αὐτοῦ κατῃσχύνθη. Ἀκούσαντος γὰρ τοῦ ἁγίου Ἀρχελάου ὡς ἐκεῖνος ἔφθασε πρὸς Τρύφωνα καὶ διάλεξιν πρὸς αὐτὸν ποιεῖται καὶ ἐπικαταλαβόντος καὶ συνάψαντος πρὸς αὐτὸν τὸν Μάνην τὴν ζήτησιν καὶ τέλεον αὐτὸν ἡττήσαντος κατῃσχύνθη. ∆ι' ὃ ἔμελλεν ὁ Μάνης λίθοις ὑπὸ τῶν λαῶν θανατοῦσθαι· λυτρωθεὶς δὲ ὑπὸ τοῦ ἐπισκόπου Ἀρχελάου καὶ ἀνακάμψας εἰς τὴν Περσίδα, ἀκούσαντος τοῦ βασιλέως τῶν Περσῶν τὴν αὐτοῦ παρουσίαν καὶ μεταστειλαμένου αὐτὸν ἐκελεύσθη καλάμῳ ἐκδαρῆναι καὶ οὕτω τὸ τέλος τοῦ βίου κατέστρεψε. Μετὰ Οὐαλεριανὸν δὲ καὶ Γαλίηνον βασιλεύει Κλαύδιος ἐνιαυτὸν ἕνα καὶ μῆνας θʹ. Τοῦτον διαδέχεται Αὐρηλιανός, καὶ βασιλεύει ἔτη πέντε καὶ μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Τάκιτος μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Πρόβος ἔτη ἓξ καὶ μῆνας δʹ. Μετὰ τοῦτον ἐβασίλευσε Κᾶρος ἅμα τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη δύο. Μετὰ τοῦτον ∆ιοκλητιανὸς ἅμα Μαξιμιανῷ καὶ Κωνσταντίῳ ἔτη κʹ, Μαξιμῖνον κοινωνὸν τῆς βασιλείας ἀποδείξας, ἐφ' ὧν ὁ κρατικὸς διωγμὸς γεγένηται, διαρκέσας ἀπὸ ζʹ ἔτους ∆ιοκλητιανοῦ ἕως ιθʹ ἔτους αὐτοῦ ἐπὶ ὅλοις δώδεκα ἔτεσι συνάψας. Παυσαμένου δὲ τοῦ διωγμοῦ βασιλεύει ∆ιοκλητιανὸς ἄλλον ἕνα ἐνιαυτὸν καὶ παύεται τῆς βασιλείας οὐαιτρανίσας. Μαξιμιανὸς δὲ κακῷ μόρῳ ὀφθαλμίᾳ τε καὶ πάθει σωματικῷ περιπεσὼν ἐξεβολβήθη τοὺς ὀφθαλμοὺς αὐτομάτῳ νόσῳ, καθ' ὃν τρόπον διέθετο τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ οὕτω τὸν βίον κατέστρεψε, καταλείψας Λικίνιον καὶ Κωνστάντιον βασιλεύοντας. Ἀπὸ δὲ ∆ιοκλητιανοῦ καὶ δεῦρο τὰ ἔτη Μαξιμιανοῦ καὶ