εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, πρὸς τοῦτο ὑπακούσαντος (ἐῴκει γὰρ εὖ πεφυκέναι πρὸς ἀρετῆς ῥοπήν), 6.5.8 ἀπήντησεν ἐπὶ τὴν θοίνην. καὶ ὁμοτράπεζος ἐγένετο, καὶ κατεκράτει τῷ λόγῳ τοσοῦτον, ὥστε μικροῦ τινὸς ἐδέησε τὸν Περσῶν βασιλέα τήν τε ὀρθὴν μεταβαλεῖν τιάραν καὶ τοὺς περιπορφύρους καὶ λιθοκολλήτους ἀπολῦσαι κόσμους, καὶ τὸ τριβώνιον Εὐσταθίου μεταμφιάσασθαι· τοσαύτην τῆς τύχης ἐποιήσατο καταδρομὴν καὶ τῶν περὶ σῶμα κόσμων, καὶ εἰς τοσοῦτο κακοδαιμονίας τοὺς φιλοσωμά6.5.9 τους ἀνήγαγε. ἀλλὰ τοῦτο μὲν ἐκώλυσαν οἱ παρατυχόντες τῶν μάγων, γόητα εἶναι τελείως τὸν ἄνδρα φάσκοντες, καὶ τὸν βασιλέα συμπείσαντες ἀποκρίνασθαι τῷ βασιλεῖ 6.5.10 Ῥωμαίων· τί δήποτε ἄνδρας εὐτυχοῦντες τοιούτους, εἶτα πέμπουσιν ἀνδραπόδων πλουτούντων οὐδὲν διαφέροντας; τὰ δὲ κατὰ τὴν πρεσβείαν ἅπαντα ἦν ὑπὲρ ἐλπίδας. 6.6.1 Περὶ τούτου γε τοῦ ἀνδρὸς καὶ τοιοῦτόν τι ἐς τὴν ἐμὴν ἱστορίαν συνέπεσεν, ὡς ἅπασα μὲν ἡ Ἑλλὰς ἰδεῖν αὐτὸν 6.6.2 ηὔχοντο καὶ ᾔτουν τοὺς θεοὺς τὴν ἐπιδημίαν· καὶ αἵγε μαντεῖαι τοῖς περὶ ταῦτα δεινοῖς ἐς τοῦτο συνέβαινον. ὡς δὲ διημάρτανον, οὐ γὰρ ἐπεδήμει, πρεσβείαν παρ' αὐτὸν στέλλουσιν οἱ Ἕλληνες, τοὺς ἄκρους ἐπὶ σοφίᾳ κατὰ τὴν πρεσβείαν προελόμενοι. νοῦς δὲ ἦν αὐτοῖς διαλέγεσθαι πρὸς 6.6.3 τὸν μέγαν Εὐστάθιον· τί δήποτε ἐπὶ τοῖσδε τοῖς σημείοις τὸ ἔργον οὐκ ἀπήντησεν; ὁ δὲ ἀκούσας, καὶ τοὺς ὀνομαστοὺς ἐπ' ἐκείνοις καὶ πολυυμνήτους ἀναθεωρῶν καὶ διακρίνων ἐβασάνιζε, καὶ συνηρώτα τό τε μέγεθος καὶ τὴν χροιὰν καὶ τὸ σχῆμα τῶν σημείων, εἶτα μειδιάσας συνηθῶς πρὸς αὐτούς, ὡς ἤκουσε τὰ ὄντα (ψεῦδος γὰρ οὐ μόνον ἔξω θείου χοροῦ, ἀλλὰ καὶ λόγου ἵσταται), "ἀλλὰ ταῦτά γε" εἶπεν "τὴν ἐμὴν τήνδε ἐπιδημίαν οὐκ ἐμαντεύετο." 6.6.4 καί πού τι καὶ παρὰ τὸ ἀνθρώπειον κατά γε ἐμὴν ἐφθέγξατο κρίσιν· ἀπεκρίνατο γὰρ ὡς "μικρότερα ἦν καὶ βραδύτερα τῶν ἐμῶν καλῶν τὰ φανθέντα σημεῖα." 6.6.5 Οὕτως Εὐστάθιος ὁ τοσοῦτος Σωσιπάτρᾳ συνῴκησεν, ἣ τὸν ἄνδρα τὸν ἑουτῆς δι' ὑπεροχὴν σοφίας εὐτελῆ 6.6.6 τινὰ καὶ μικρὸν ἀπέδειξε. περὶ ταύτης δὲ ἐν ἀνδρῶν σοφῶν καταλόγοις καὶ διὰ μακροτέρων εἰπεῖν ἁρμόζει, τοσοῦτον κλέος τῆς γυναικὸς ἐξεφοίτησεν. καὶ ἦν γὰρ ἐκ τῆς περὶ Ἔφεσον Ἀσίας, ὅσην Κάϋστρος ποταμὸς ἐπιὼν καὶ διαρρέων γῆν τὴν ἐπωνυμίαν ἀφ' ἑαυτοῦ τῷ πεδίῳ δίδωσι. πατέρων δὲ ἦν καὶ γένους εὐδαίμονός τε καὶ ὀλβίου· παιδίον δὲ ἔτι νήπιον οὖσα, ἅπαντα ἐποίει ὀλβιώτερα, τοσοῦτό 6.6.7 τι κάλλους καὶ αἰδοῦς τὴν ἡλικίαν κατέλαμπεν. καὶ ἡ μὲν εἰς πενταετῆ συνετέλει χρόνον· ἐν δὲ τούτῳ πρεσβῦται δύο τινές (ἄμφω μὲν τὴν ἀκμὴν παρήλλαττον, ὁ δὲ ἕτερος ἦν ἀφηλικέστερος) πήρας βαθείας ἔχοντες, καὶ δέρματα ἐπὶ τῶν νώτων ἐνημμένοι, πρός τι χωρίον συνωθοῦνται τῶν γονέων τῆς Σωσιπάτρας, καὶ τὸν ἐπιτροπεύοντα συμπείθουσιν (ῥᾴδιον δὲ ἦν αὐτοῖς τοῦτο ποιεῖν) ἀμπελίων ἐπι6.6.8 μέλειαν αὐτοῖς πιστεῦσαι. ὡς δὲ ὁ καρπὸς ἀπήντησε παρὰ τὴν ἐλπίδα (καὶ ὁ δεσπότης παρῆν καὶ τὸ παιδίον ἡ Σωσιπάτρα συμπαρῆν), τὸ μὲν θαῦμα ἄπειρον ἦν καὶ πρὸς 6.6.9 ὑπόνοιαν ἔφερε θειασμοῦ τινός· ὁ δὲ τοῦ χωρίου δεσπότης ὁμοτραπέζους αὐτοὺς ἐποιήσατο καὶ πολλῆς ἐπιμελείας ἠξίου, τοῖς συγγεωργοῦσι τὸ χωρίον καταμεμφόμενος, ὅτι 6.6.10 μὴ τὰ αὐτὰ πράττοιεν. οἱ δὲ πρεσβῦται ξενίας τε Ἑλληνικῆς καὶ τραπέζης τυχόντες, τοῦ δὲ παιδίου τῆς Σωσιπάτρας τῷ τε περιττῶς καλῷ καὶ λαμυρῷ δηχθέντες καὶ ἁλόντες, "ἀλλ' ἡμεῖς γε" ἔφασαν "τὰ μὲν ἄλλα κρύφια καὶ ἀπόρρητα πρὸς ἑαυτοὺς ἔχομεν, καὶ ταυτησὶ τῆς ἐπαινουμένης †εὐνοίας† ἐστὶ γέλως, καὶ παίγνιόν τι μετ' ὀλιγωρίας τῶν 6.6.11 παρ' ἡμῖν πλεονεκτημάτων. εἰ δέ τι βούλει σοι τῆς τραπέζης ταύτης καὶ τῶν ξενίων δοθῆναι παρ' ἡμῶν οὐκ ἐν χρήμασι οὐδὲ ἐν ἐπικήροις καὶ διεφθαρμέναις χάρισιν, ἀλλ' ὅσον ὑπὲρ σέ