Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖς αὐτὴν περιγραφούσης τε καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα δι' αὐτῆς ἀφορμήν, τοῦτ' ἔστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτά με πρὸς ἀμετρίαν ὑποσκελίσασα ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησεν· τῷ γὰρ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν ἐνδεῖ τὸ ἀπηγορευμένην. {Rom 7,8b11} Χωρὶς γὰρ νόμου, φησίν, ἡ ἁμαρτία νεκρά· τὴν γὰρ πρᾶξιν ὁ νόμος ἀπαγορεύων ἁμαρτωλὸν συνίστησιν, ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος τὴν αὐτῆς ἀποχὴν ἐπιτετηδευκὼς ὑπῆρχον αὐτήν, οὐκ ἂν ἦν ἔνοχος πλημμελήματι. οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· οὐ γὰρ ἐλλογεῖται ἁμαρτία μὴ ὄντος νόμου. Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· τὸ ἐγὼ νῦν ἀντὶ τοῦ ὁ ἄνθρωπος λέγει, λέγει δὲ περὶ τοῦ Ἀδάμ. ἐλθούσης δὲ τῆς ἐν τολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. ἐμὲ γοῦν, τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν, ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας ἀναζησάσης τοῦτο ἀφείλετο. καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον· καὶ πέπονθά τι σχέτλιον καὶ ὄντως ἐλεεινὸν τῇ εὐεργεσίᾳ βλαβεὶς καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπολέσας. ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτεινεν· ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, δι' αὐτοῦ με τούτου παρακρουσαμένη κατέσφαξεν. δίεισιν μέντοι περὶ τῆς ἁμαρτίας ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον 371 κατὰ τὸ τῆς θείας ἔθος γραφῆς· οὕτω γοῦν καὶ τὴν δικαιοσύνην προσ ωποποιῶν ὁ μακάριος εἰσάγει ∆αυὶδ λέγων· δικαιοσύνη ἐνώ πιον αὐτοῦ προπορεύσεται, καὶ πάλιν ὁ Σολομὼν τὴν σοφίαν, καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα. {Rom 7,12} Ὥστε, φησίν, ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. ὁ μὲν σύνδεσμος ἁπλῶς ἐνταῦθα προσέρ ριπται, νόμον δὲ καὶ ἐντολὴν ταὐτὸν ἀμφοτέρως ὠνόμασεν. ἁγίαν μέντοι τὴν ἐντολὴν εἶπεν ὡς τῆς ἁμαρτίας ἀπάγουσαν καὶ διϊστῶσάν τε καὶ ἀφορίζουσαν τοῦ κακοῦ, δικαίαν δὲ ὡς μετὰ τοῦ δικαίου τιμῶσάν τε ὑπακούοντας καὶ κολάζουσαν παρακούοντας, ἀγαθὴν δὲ ὡς ὁδηγοῦσαν τε πρὸς τὸ ἀγαθὸν καὶ δι' ἀγαθότητα δοθεῖσαν θεοῦ. οὐ τοίνυν ὁ νόμος ἁμαρτία, φησίν, ὅς γε γνωρίζει τέ μοι τὸ φαῦλον καὶ τῆς τούτου πράξεως εἴργει, ἀλλὰ τοὐναντίον ἅγιός τε καὶ δίκαιος καὶ ἀγαθός. {Rom 7,13} Τὸ οὖν ἀγαθὸν ἐμοί, φησί, γέγονε θάνατος; μὴ γένοιτο· ἀλλ' ἡ ἁμαρτία. οὐκ ἄρα, φησί, τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι, τῆς δὲ ἁμαρτίας κατηγορῶ, καὶ ταύτην μισῶ, καὶ πρὸς ταύτην οὐκ ἂν ἑκὼν εἶναι σπεισαίμην ποτέ. ἵνα φανῇ, φησίν, ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνα τον· αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι' αὐτοῦ μοι τούτου καὶ τὴν ἑαυτῆς φύσιν ἥτις ἐστὶ κατεφάνη. ἵνα γένηται, φησί, καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. τοῦτο κατ' ἔλλειψιν εἴρηται· λείπει γὰρ ὡς πρὸς τὸ νόημα τὸ φανερά, ἵνα ᾖ τοιοῦτον· ἵνα γένηται φανερὰ καθ' ὑπερβολὴν ἁμαρτωλὸς οὖσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, φησίν, ἡλίκον τε καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία κακόν· τὸν γὰρ παρακελευόμενον αὐτήν μοι φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν ὑποσκελίσασά με δι' ἀπάτης, αὐτόν μοι τοῦτον ἐπέστησε φονευτήν. 372 {Rom 7,14} Ἐπὶ πλέον ὑπεραπολογούμενός τε τοῦ νόμου καὶ τῆς αἰτίας ἀπο λύων αὐτόν, τοῦτο, φησίν, ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἵνα εἴπῃ, τέλειος καὶ ἀνενδεὴς καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν ἀθανάτοις προσήκουσαν. ἀλλ' ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα, ἐκδεδο μένος ὥσπερ εἰς πταίσματα· τὸ γὰρ πεπραμένος ὑπὸ τὴν ἁμαρ τίαν ἀντὶ τοῦ ὡς πεπραμένος λέγει. καὶ τοῦτο δὲ ἰδίωμα γραφικόν, τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος λέγειν τι τῶν