1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

11

ἠρεμήσαντος. ∆ιὰ τοῦτο ὡς ἀλλοτρίας καὶ προσκαίρου ταύτης ὑπερορᾷ τῆς ζωῆς, ἐπειδὴ «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται», κατὰ τὴν τοῦ σωτῆρος φωνήν, καὶ πάντα τὴν μεταστοιχείωσιν ἀναγκαίως ἐκδέχεται. ∆ιὰ τοῦτο, ἕως ἐστὶν «ἐν τῷ σκήνει», καθώς φησιν ὁ ἀπόστολος τὸ πρόσκαιρον ἐνδεικνύμενος, βαρούμενος τῇ παρούσῃ ζωῇ τὸ μακρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην ὀδύρεται, ὥσπερ καὶ ὁ ψαλμῳδὸς ἐν ᾠδαῖς θείαις λέγων πεποίηται. Ὄντως γὰρ ἐν σκότῳ βιοτεύουσιν οἱ «μετὰ τῶν σκηνωμάτων τούτων» τῇ ζωῇ παροικοῦντες· οὗ χάριν στενάξας ὁ προφήτης πρὸς τὴν παράτασιν τῆς παροικίας, «Οἴμοι, φησίν, ὅτι ἡ παροικία μου ἐμακρύνθη.» Σκότῳ δὲ τὴν αἰτίαν τῆς κατηφείας ταύτης ἀνέθηκε. Τὸ γὰρ σκότος τῇ Ἑβραίων φωνῇ «κηδὰρ» ὀνο μάζεσθαι παρὰ τῶν σοφῶν μεμαθήκαμεν. Ἦ γὰρ οὐκ ἀληθῶς, καθάπερ ἀορασίᾳ τινὶ νυκτερινῇ κεκρατημένοι οἱ ἄνθρωποι, οὕτω πρὸς τὴν τῆς ἀπάτης ἐπίγνωσιν ἀμ βλυωποῦσιν οὐκ εἰδότες ὅτι πάντα ὅσα τίμια ἐν τῇ ζωῇ ταύτῃ νενόμισται, ἢ καὶ ὅσα πρὸς τὸ ἐναντίον ὑπείληπται, ἐν μόνῃ τῇ ὑπολήψει τῶν ἀνοήτων ὑφέστηκεν; Αὐτὰ δὲ ἐφ' ἑαυτῶν ἐστιν οὐδαμοῦ οὐδέν· οὐ δυσγένειά τις, οὐκ εὐδο κίμησις γένους, οὐ δόξα, οὐ περιφάνεια, οὐ τὰ παλαιὰ διηγήματα, οὐχ ὁ ἐπὶ τοῖς ἐνεστῶσι τῦφος, οὐ τὸ κρατεῖν ἑτέρων, οὐ τὸ ὑποχείριον εἶναι. Πλοῦτοί τε καὶ τρυφαὶ καὶ πενίαι καὶ ἀπορίαι καὶ πᾶσαι αἱ τοῦ βίου ἀνωμαλίαι, τοῖς μὲν ἀπαιδεύτοις πάμπολυ διαφέρειν δοκοῦσιν, ὅταν ἡδονὴν ποιῶνται τῶν τοιούτων κριτήριον· τῷ δὲ ὑψηλῷ τὴν διάνοιαν πάντα ὁμότιμα φαίνεται καὶ οὐδὲν προτι μότερον τοῦ ἑτέρου τὸ ἕτερον, τῷ ὁμοίως διὰ τῶν ἐναντίων τὸν τῆς ζωῆς δρόμον ἀνύεσθαι καὶ ἴσην ἐν ἑκατέρᾳ τῶν λήξεων τὴν πρὸς τὸ εὖ ἢ κακῶς ζῆν δύναμιν ἐνυπάρχειν, «διὰ τῶν δεξιῶν ὅπλων καὶ ἀριστερῶν», φησὶν ὁ ἀπόστο λος, «διὰ δόξης καὶ ἀτιμίας». ∆ι' ὧν ὁ μὲν κεκαθαρμένος τὸν νοῦν καὶ ἐπεσκεμμένος τὴν τῶν ὄντων ἀλήθειαν ὀρθῶς ὁδεύσει τὴν πορείαν, ἀπὸ γενέσεως μέχρι τῆς ἐξόδου τὸν τεταγμένον αὐτῷ χρόνον διεξερχόμενος, οὔτε ὑπὸ τῶν ἡδέων θρυπτόμενος οὔτε ὑπὸ τῶν αὐστηρῶν ταπεινούμενος, ἀλλὰ κατὰ τὴν τῶν ὁδοιπόρων συνήθειαν τοῦ πρόσω ἐχόμενος ὀλίγον ποιεῖται τῶν προφαινομένων τὸν λόγον. Σύνηθες γὰρ τοῖς ὁδοιποροῦσιν ἐπὶ τὸ τῆς ὁδοῦ πέρας ὁμοίως ἐπείγεσθαι, ἄν τε διὰ λειμώνων καὶ συμφύτων χωρίων ἄν τε διὰ τῶν ἐρημοτέρων καὶ τραχυτέρων τόπων διέρχωνται, καὶ οὔτε τὸ ἡδὺ παρακατέσχεν οὔτε τὸ ἀηδὲς ἐνεπόδισεν. Οὕτω καὶ αὐτὸς ἀμεταστρεπτὶ πρὸς τὸν προ κείμενον σκοπὸν ἑαυτῷ ἐπειχθήσεται, πρὸς οὐδὲν τῶν παροδίων ἐπιστρεφόμενος, ἀλλὰ πρὸς μόνον τὸν οὐρανὸν βλέπων διαπεράσει τὸν βίον, καθάπερ τις ἀγαθὸς κυβερ νήτης πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος.

4.5 Ὁ δὲ παχὺς τὴν διάνοιαν καὶ κάτω βλέπων καὶ συγ κεκυφὼς τῇ ψυχῇ πρὸς τὰ ἡδέα τοῦ σώματος καθάπερ πρὸς τὴν νομὴν τὰ βοσκήματα, μόνῃ τῇ γαστρὶ καὶ τοῖς μετὰ γαστέρα ζῶν, «ἀπηλλοτριωμένος δὲ τῆς ζωῆς τοῦ θεοῦ» καὶ «ξένος τῶν διαθηκῶν τῆς ἐπαγγελίας», οὐδὲν ἕτερον ἀγαθὸν εἶναι νομίζων ἢ τὸ ἡσθῆναι διὰ τοῦ σώματος. Οὗτός ἐστι καὶ πᾶς ὁ τοιοῦτος ὁ ἐν σκότει διαπο ρευόμενος, καθώς φησιν ἡ γραφή, ὁ τῶν ἐν τῷ βίῳ τούτῳ «κακῶν ἐφευρετής»· ἐν τούτοις γὰρ καὶ πλεονεξία καὶ παθῶν ἀκολασία καὶ ἡ πρὸς τὰς ἡδονὰς ἀμετρία, φιλαρχία τε πᾶσα καὶ κενῆς δόξης ἐπιθυμία καὶ ὁ λοιπὸς ὅμιλος τῶν συνοικούντων παθῶν τοῖς ἀνθρώποις. Ἔχεται γάρ πως ἐν τοῖς κακοῖς τοῦ ἑτέρου τὸ ἕτερον, καὶ ᾧπερ ἂν τὸ ἓν παρα γένηται, καὶ τὰ λοιπὰ καθάπερ ὑπό τινος φυσικῆς ἀνάγκης ἑλκόμενα συνεισέρχεται πάντως, οἷον ἐν ἁλύσει γίνεται τῆς ἀρχῆς ἐπισπασθείσης· οὐ δὲ τὰς λοιπὰς ἠρεμεῖν