1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

πρεσβυτέρων καὶ τῶν διακόνων τι πράσσων· ὁ τοιοῦτος μεμίανται τῇ συνειδήσει καὶ ἔστιν ἀπίστου χείρων. τί γάρ ἐστιν ἐπίσκοπος ἀλλ' ἢ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐπέκεινα πάντων κρατῶν, ὡς οἷόν τε ἄνθρωπον κρατεῖν μιμητὴν γινόμενον κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ; τί δὲ πρεσβυτέριον ἀλλ' ἢ σύστημα ἱερόν, σύμβουλοι καὶ συνεδρευταὶ τοῦ ἐπισκόπου; τί δὲ διάκονοι ἀλλ' ἢ μιμηταὶ Χριστοῦ, διακονοῦντες τῷ ἐπισκόπῳ ὡς Χριστὸς τῷ πατρὶ καὶ λειτουργοῦντες αὐτῷ λειτουργίαν καθαρὰν καὶ ἄμωμον, ὡς Στέφανος ὁ ἅγιος Ἰακώβῳ τῷ μακαρίῳ καὶ Tιμόθεος καὶ Λῖνος Παύλῳ καὶ Ἀνέγκλητος καὶ Kλήμης Πέτρῳ; ὁ τοίνυν τούτων παρακούων ἄθεος πάμπαν εἴη ἂν καὶ δυσσεβής, ἀθετῶν Χριστὸν καὶ τὴν αὐτοῦ διάταξιν σμικρύνων. Ἐγὼ δὲ ταῦτα ὑμῖν ἐπιστέλλω, οὐχ ὅτι ἔγνων τοιούτους τινὰς ἐν ὑμῖν (ἀλλὰ μηδὲ συγχωρήσειέν ποτε ὁ θεὸς τοιοῦτον εἰς ἀκοὰς ἐλθεῖν τὰς ἐμάς, ὁ μὴ φεισάμενος τοῦ υἱοῦ αὐτοῦ διὰ τὴν ἁγίαν ἐκκλησίαν), ἀλλὰ προορῶν τὰς ἐνέδρας τοῦ πονηροῦ ταῖς παραγγελίαις προασφαλίζομαι ὑμᾶς ὡς τέκνα μου ἀγαπητὰ καὶ πιστὰ ἐν Χριστῷ, προποτίζων ὑμᾶς τὰ φυλακτικὰ τῆς λοιμικῆς τῶν ἀνυποτάκτων νόσου, ἧς ὑμεῖς ἀποφεύγετε τὴν νόσον εὐδοκίᾳ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ὑμεῖς οὖν ἀναλαβόντες πραότητα γίνεσθε μιμηταὶ παθημάτων Χριστοῦ καὶ ἀγάπης αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον, ἵνα τῷ αἵματι αὑτοῦ καθαρίσῃ ἡμᾶς παλαιᾶς δυσσεβείας καὶ ζωὴν ἡμῖν παράσχηται, μέλλοντας ὅσον οὐδέπω ἀπόλλυσθαι ὑπὸ τῆς ἐν ἡμῖν κακίας. μηδεὶς οὖν ὑμῶν τι κατὰ τοῦ πλησίον ἐχέτω· ἄφετε γάρ, φησὶν ὁ κύριος ἡμῶν, καὶ ἀφεθήσεται ὑμῖν. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ ὀλίγων τινῶν ἀφρόνων εἵνεκεν ὁ λόγος καὶ ἡ διδασκαλία βλασφημῆται. οὐαὶ γάρ, φησὶν ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ, δι' οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Kωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ γενομένου ἐκ ∆αυίδ, τοῦ ἐκ Mαρίας, ὃς ἀληθῶς ἐγεννήθη καὶ ἐκ θεοῦ καὶ ἐκ παρθένου, ἀλλ' οὐχ ὡσαύτως· οὐδὲ γὰρ ταὐτὸν θεὸς καὶ ἄνθρωπος. ἀληθῶς ἀνέλαβεν σῶμα· ὁ λόγος γὰρ σὰρξ ἐγένετο· καὶ ἐπολιτεύσατο ἄνευ ἁμαρτίας· τίς γάρ, φησίν, ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ἔφαγεν καὶ ἔπιεν ἀληθῶς, ἐσταυρώθη καὶ ἀπέθανεν ἐπὶ Ποντίου Πιλάτου· ἀληθῶς δὲ καὶ οὐ δοκήσει ἐσταυρώθη καὶ ἀπέθανεν βλεπόντων οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐρανίων μὲν ὡς τῶν ἀσωμάτων φύσεων, ἐπιγείων τε Ἰουδαίων καὶ Ῥωμαίων καὶ τῶν παρόντων κατ' ἐκεῖνο καιροῦ ἀνθρώπων σταυρουμένου τοῦ κυρίου, καταχθονίων δὲ ὡς τοῦ πλήθους τοῦ συναναστάντος τῷ κυρίῳ· πολλὰ γάρ, φησίν, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη τῶν μνημείων ἀνεῳχθέντων. καὶ κατῆλθεν εἰς ᾅδην μόνος, ἀνῆλθεν δὲ μετὰ πλήθους καὶ ἔσχισεν τὸν ἀπ' αἰῶνος φραγμὸν καὶ τὸ μεσότοιχον αὐτοῦ ἔλυσεν, καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν ἐγείραντος αὐτὸν τοῦ πατρός, καὶ τεσσαράκοντα ἡμέρας συνδιατρίψας τοῖς ἀποστόλοις ἀνελήφθη πρὸς τὸν πατέρα καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. τῇ οὖν παρασκευῇ τρίτῃ ὥρᾳ ἀπόφασιν ἐδέξατο παρὰ τοῦ Πιλάτου συγχωρήσαντος τοῦ πατρός, ἕκτῃ ὥρᾳ ἐσταυρώθη, ἐννάτῃ ἀπέπνευσεν, πρὸ ἡλίου δύσεως ἐτάφη· τὸ σάββατον ὑπὸ γῆν μένει ἐν τῷ μνημείῳ, ᾧ ἀπέθετο αὐτὸν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας· ἐπιφωσκούσης κυριακῆς ἀνέστη ἐκ τῶν νεκρῶν κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. περιέχει οὖν ἡ μὲν παρασκευὴ τὸ πάθος, τὸ σάββατον τὴν ταφήν, ἡ κυριακὴ τὴν ἀνάστασιν. Eἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσι, τὸ δοκήσει γεγενῆσθαι αὐτὸν ἄνθρωπον, οὐκ ἀληθῶς ἀνειληφέναι σῶμα, καὶ τὸ δοκεῖν τεθνηκέναι, πεπονθέναι οὐ τῷ ὄντι, τίνος ἕνεκεν ἐγὼ δέδεμαι καὶ εὔχομαι θηριομαχῆσαι; δωρεὰν οὖν ἀποθνήσκω, ἄρα καταψεύδομαι τοῦ σταυροῦ τοῦ κυρίου καὶ περιττὸς ὁ προφήτης·