1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

11

βʹ. Ἐπεὶ οὖν προσήνεγκε τὴν καλὴν ταύτην θυσίαν, καὶ τὴν νίκην ἀπήρτισε, καὶ οὐδὲν τῷ τροπαίῳ ἐνέλιπεν, ἀνέστη λοιπὸν ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν γεγενημένων οὐδὲν εἰδώς. Ἐξῄει δὲ καὶ ὁ ∆αυῒδ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπων, καὶ μᾶλλον τότε γαννύμενος, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἀπέτεμε. Καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὰ λάφυρα σεμνότερα, καὶ τὰ σκῦλα περιφανέστερα, καὶ τὸ τρόπαιον ἐνδοξότερον. Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατωρθοῦτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο. Ἐπανῄει τοίνυν οὐχὶ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον καὶ ὀργὴν ἐκνενευρισμένην· καὶ ταῦτα οὐκ εἰς τὴν Ἱερουσαλὴμ ἀνετίθει τὰ λάφυρα, ἀλλ' εἰς τὸν οὐρανὸν καὶ τὴν ἄνω πόλιν. Νῦν οὐχὶ γυναῖκες χορεύουσαι ἀπήντων, ταῖς εὐφημίαις 54.689 αὐτὸν δεχόμεναι, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος ἄνωθεν ἐπεκρότει, ἀγάμενος τὴν φιλοσοφίαν καὶ τὴν ἐπιείκειαν. Ἐπανῄει γὰρ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς. Ὥσπερ γὰρ ὀργιζομένων ἡμῶν καὶ πυκτευόντων, καὶ πρὸς ἀλλήλους συγκρουομένων, χαίρει τε καὶ γέγηθεν ἐκεῖνος· οὕτως εἰρηνευόντων καὶ ὁμονοούντων, καὶ κρατούντων ὀργῆς, συστέλλεται πάλιν καὶ ταπεινοῦται, ἅτε ἐχθρὸς εἰρήνης ὢν, καὶ πολέμιος ὁμονοίας, καὶ βασκανίας πατήρ. Ἐξῄει τοίνυν ὁ ∆αυῒδ, δεξιὰν τῆς οἰκουμένης ἀντίῤῥοπον ἔχων μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην. Καθάπερ γὰρ ἐπὶ τῶν ἄριστα πυκτευόντων, πρὸ τῆς κεφαλῆς πολλάκις οἱ βασιλεῖς τὴν δεξιὰν τοῦ πυκτεύοντος ἢ παγκρατιάζοντος ἐστεφάνωσαν· οὕτω δὴ καὶ τὴν χεῖρα ἐκείνην ὁ Θεὸς ἐστεφάνου, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην. Οὐκ ἐξῆλθεν ἔχων τὸ διάδημα τοῦ Σαοὺλ, ἀλλ' ἐξῆλθεν ἔχων στέφανον δικαιοσύνης· οὐκ ἐξῆλθεν ἔχων πορφυρίδα βασιλικὴν, ἀλλ' ἐξῆλθε περιβεβλημένος ἐπιείκειαν ὑπερβαίνουσαν ἀνθρωπίνην φύσιν, ἱμάτιον πάσης στολῆς λαμπρότερον. Ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ παῖδες οἱ τρεῖς ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε. Κἀκείνοις μὲν ἔξωθεν τὸ πῦρ ὁμιλοῦν οὐδὲν ἐποίησεν· οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν. Ἰδὼν γὰρ αὐτὸν καθεύδοντα καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνάμενον ἐργάσασθαι, πρὸς ἑαυτὸν εἶπε· Ποῦ νῦν ὁ θυμὸς ἐκεῖνος; ποῦ δὲ ἡ πονηρία; ποῦ δὲ αἱ τοσαῦται μαγγανεῖαι καὶ ἐπιβουλαί; Οἴχεται πάντα ἐκεῖνα καὶ ἀπόλωλεν ὕπνου μικρᾷ προσβολῇ, καὶ κεῖται δεδεμένος ὁ βασιλεὺς, οὐδὲν ἡμῶν περὶ τούτων βουλευσαμένων, οὐδὲ πραξάντων. Ἑώρα καθεύδοντα, καὶ περὶ τοῦ κοινοῦ πάντων ἐφιλοσόφει θανάτου. Ὕπνος γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή. Οὐκ ἄν τις ἀκαίρως καὶ τοῦ ∆ανιὴλ ἐνταῦθα ἀναμνησθείη. Καθάπερ γὰρ ἐκεῖνος ἀνέβαινεν ἀπὸ τοῦ λάκκου, τῶν θηρίων περιγενόμενος· οὕτω καὶ οὗτος ἀπὸ