1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

αὖθις ἐκφαντικώτερον τοῦτο προσθεῖναι, τὸ δειλὸν αὐτῶν ὑποπτεύων καὶ ἔμφοβον αἰνιγματωδῶς ἐντίθησι τὴν τοῦ πάθους ὑπόμνησιν.

45 Τί φάσκων; Καὶ «Ὅσα μὴ ἔχετε μαχαίρας, ἀγοράσατε». Ἀκατάλληδα τὰ ῥήματα. Ὁ πρὸ μικροῦ διδάσκων μὴ πήραν μὴ μάχαιραν κτᾶσθαι, νῦν κελεύει μαχαίρας ὠνεῖσθαι. Ναὶ, φησὶν, ὅτι τότε μὲν τὰ τῆς ἀκτημοσύνης αὐτοῖς ἐντιθεὶς σπέρματα καὶ κούφους καὶ εὐσταλεῖς πρὸς τὸν τοῦ Εὐαγγελίου δρόμον ἀποτελῶν, καὶ μαχαιρῶν καὶ τῶν ἄλλων ὑλῶν ἀπηγόρευε τὴν κτῆσιν. Ἐνταῦθα δὲ, καιροῦ καλοῦντος, ἐν ᾧ τὸ σωτήριον πάθος ἔμελλεν ἐνεργεῖσθαι ἠρέμα καὶ κρυφιομύστως τοῦτο ὑποσημαίνειν βούλεται, ὡς οὐ χρὴ καθεύδειν καὶ ἀναπεπτωκέναι, ἀλλὰ πρὸς Ἰουδαίους ἀνθοπλίζεσθαι πρὸς φονευτὰς ἀντιπαρατάσσεσθαι, πρὸς θεοκτόνους ἀνταγωνίζεσθαι, πρὸς τοὺς τὸν ἐμὸν διψῶντας θάνατον (ἀντιπολεμεῖν καὶ) ἀντιμάχεσθαι.

46 Οὐκ ἔτι καιρὸς διδασκαλίας, οὐκ ἔτι θεραπείας ἀρρωστούντων, οὐ θαυμάτων ἐπιδείξεως· ὅπλων χρεία, μαχαιρῶν καὶ τῶν ὁμοίων τούτοις ἀμυντηρίων, οἷς οἱ μιαιφόνοι πρὸς τὴν ἐμὴν ἀφαίρεσιν [φ. 172 ῃο] χρήσονται. Κατὰ τοῦτον δὴ τὸν τρόπον Πέτρος τὴν μάχαιραν ἐπεφέρετο, εἰδότος μὲν τοῦ Ἰησοῦ τὸ τοῦ μαθητοῦ θερμὸν καὶ διάπυρον, καὶ ὡς διὰ ταύτης, τὴν ἐκτομὴν ποιήσαιτο τοῦ ὠτὸς, οὐ μὴν ἀπείρξαντος, ἵνα καὶ τὸ διακαὲς αὐτοῦ πρὸς τὸν διδάσκαλον παραγυμνωθῇ καὶ τὸ τῆς ἰάσεως ἔργον εἰς ἔλεγχον τῶν θεοκτόνων ἀποφανθῇ· καὶ ὅτι οὐ πρὸς ἄμυναν τὴν τῶν μαχαιρῶν κτῆσιν τοῖς μαθηταῖς διωρίζετο, ἀλλὰ πρὸς σημασίαν τοῦ πάθους τοῖς εὐαγγελικοῖς πιστώθητι ῥήμασι· «Βάλε, φησὶν, τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς». Οὐ γὰρ διὰ ταῦτα ὑμῖν παρεκελευσάμην μαχαίρας κτήσασθαι, ὥςτε δι' αὐτῶν τοὺς ἐπιόντας ἀμύνασθαι. Οὐκ ἔστι παρ' ἐμὸν τοῦτο στεργότερον. Εἰ γὰρ προσῆκον ἦν καὶ βουλητὸν ἐμοὶ ἀντιμάχεσθαι, εἶχον ἂν παρακαλέσαι τὸν Πατέρα μου καὶ παρέστησεν ἄν μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων.

47 Ἀλλ' ἐπεὶ ἑκουσίως αὐτὸν πρὸς τοὺς θεοκτόνους ἐκδέδωκα, διὰ τοῦτο καὶ τὴν τῶν μαχαιρῶν κτῆσιν πρὸς σημασίαν τοῦ πάθους ὑπῃνιξάμην. Εἰ γὰρ καὶ μικρόν σοι παρεχώρησα χρήσασθαι τῇ μαχαίρᾳ δι' ἃς προέφην αἰτίας, καὶ τὸ τοὺς μαθητὰς φιλοκινδύνους ἐργάσασθαι, ἀλλ' οὖν ἀπόστρεψον αὐτὴν εἰς τὴν θήκην αὐτῆς, ὡς οὐ θεμιτὸν ἐμοὶ μαχαίραις [φ. 173 ρο] καὶ ξίφεσι τὴν ἐκ τοῦ πάθους ζητεῖν ἀπολύτρωσιν.

48 Τὸ δ' αὐτὸ τοῦτο καὶ ἀλλαχόθι προαινιττόμενος εἰ ἔστι παρὰ τοῖς μαθηταῖς μάχαιρα ᾔρετο, τῶν δὲ φησάντων μίαν εἶναι παρ' αὐτοῖς, ἀρκεῖσθαι ταύτην προσεπειπεῖν τὸν ∆ιδάσκαλον. Τί διὰ τῆς ἐρωτήσεως κατασκευάζων; μὴ μακρὰν ἔσεσθαι τὸ ἑαυτοῦ πάθος ὑποδηλῶν, ἀλλὰ καὶ ταῖς μαχαίραις χρῆσθαι τῶν ἐπιόντων εἰς ἄμυναν· εἴτε τὴν τοῦ νομικοῦ Πάσχα προσαγορεύων μετάληψιν καὶ τὸν ἐν αὐτῷ διὰ μαχαίρας ἀμνὸν τυθησόμενον, οὕτω τῆς μαχαίρας ἐπικτηθείσης τῷ Πέτρῳ ἐπεφέρετο ταύτην κἂν τῷ κηρύγματι ἅμα μὲν, εἴπου δεήσειε ταύτῃ χρησόμενος· τὸ δὲ πρόδηλον πρὸς μνήμην δι' αὐτῆς ἐναγόμενος τῆς τοῦ διδασκάλου παραινέσεως καὶ διὰ ταύτης τὸν τοῦ πάθους καιρὸν ἀναλογιζόμενος καὶ ὅσα τοῦ πάθους, τὸν φθόνον, τὸ μῖσος, τὴν ἐπιβουλὴν, τὴν προδοσίαν, τὴν ἄδικον κρίσιν, τὴν ἀδικωτέραν τοῦ θανάτου ψῆφον, τὸν σταυρὸν, τὴν ταφὴν, καὶ ὅσα ἐξῆν δρᾶσαι τοῖς μιαιφόνοις.

49 Ταῦτα διὰ μαχαίρας προενωπτρίζετο. Ταῦτα κατὰ διάνοιαν ἀνιστόρει καὶ ἔστρεφεν. Ταῦτα τῇ διανοίᾳ ἀνελογίζετο, τῆς μαχαίρας πρὸς ὑπόμνησιν τοῦτον διεγειρούσης καὶ θερμότερον ἀποτελούσης περὶ τὸ κήρυγμα. Αὕτη [φ. 173 ῃο] καὶ πρὸς πάντα μὲν κίνδυνον τὸν ὑπὲρ Χριστοῦ τοῦτον ἐπήλειψε καὶ ἐπέρρωσεν· οὐχ' ἥκιστα δὲ καὶ πρὸς τὸ τὰς ἱερὰς περιθέσθαι ἁλύσεις καὶ τὴν κατάδικον οἰκῆσαι εἱρκτήν, καὶ τέλος τὴν διὰ σταυροῦ τελείωσιν δέξασθαι. Ὅθεν καὶ ὡς τιμία καὶ