1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

11

καὶ αὕτη μὲν εἴρηται ἡμῖν, ὅμως δὲ καὶ νῦν εἴπομεν. Παρὰ τοῖς Φρυξὶν ἐτιμᾶτο ἡ Ῥέα ἡ μητὴρ τῶν θεῶν. ταύτῃ πανηγυρίζοντες, κατέτεμνον ἑαυτῶν τοὺς μηροὺς καὶ τοὺς ὤμους. ἄλλοι δὲ ηὔλουν ἵνα ὑποκλέπτηται διὰ τῆς τῶν αὐλῶν ἡδονῆς ἡ τῆς κατατομῆς ἀνία. 4.60 Ἑξηκοστή ἐστιν ἱστορία ἡ τὸ ἀπερρίφθαι τοὺς νόθους εἰς Κυνόσαργες. ἔστι δὲ αὕτη. Κυνόσαργες τόπος ἦν ἐν Ἀθήναις ἐν ᾧ οἱ νόθοι ἐκρίνοντο, εἰ τοῦδε ὄντως γέγονεν υἱός. ἐκάλουν δὲ παρ' Ἀθηναίοις καὶ τοὺς ἀπελευθέρους νόθους. νόθοι δὲ καὶ οὗτοι ὡς πρὸς τοὺς ἐκ γεννητῆς ἐλευθέρους. καὶ οὗτοι δὲ ἐκρίνοντο καὶ ἐδοκιμάζοντο, εἰ ὅλως ἠλευθερώθησαν. Κυνόσαργες δὲ ἤκουσεν ὁ τόπος ἀπὸ τούτου· θυσίας πλησίον ἐν ἱερῷ γινομένης, εἰσελθὼν κύων ἥρπασε κρέα τοῦ θύματος, καὶ ἤγαγεν ἐν τούτῳ τῷ τόπῳ. καὶ ἐκεῖ ἐκτίσθη τις νεὼς καὶ ἐκλήθη Κυνόσαργες, οἱονεὶ κυνόσαρ κες, ἀπὸ τῶν σαρκῶν καὶ τοῦ κυνός. ὕστερον δὲ τοῦ Κ ἐξελθόντος, εἰσῆλθε τὸ Γ. 4.61 Ἑξηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ξάνθον καὶ τὴν Χαλκίδα. Ὅμηρος· Ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. καὶ πάλιν· Χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ Κύμινδιν. διαπαίζει οὖν αὐτοὺς ὁ θεῖος διδάσκαλος. 4.62 Ἑξηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Παλαμήδους. ἔστι δὲ αὕτη. Λέγεται ὅτι ὁ Παλαμήδης, Εὐβοεὺς ὢν τὸ γένος (Εὔβοια δὲ νῆσος ἀπαντικρὺ τῆς Ἀττικῆς), εὗρε τὸ ἀριθμεῖν καὶ τὸ ταβλίζειν καὶ χρῆσθαι ἄλλαις πολλαῖς μεθόδοις. οὗτος δὲ ὁ Παλαμήδης εἷς ἐστι τῶν συστρατευσαμένων ἐπὶ τὸ Ἴλιον. ἀπέθανε δὲ ἐν Τροίᾳ κατὰ ἐπιβουλὴν τοῦ Ὀδυσσέως. Ὀδυσσέα γὰρ εἶχεν ἐχθρὸν διὰ τοιαύτην αἰτίαν· τοῦ Ἀγαμέμνονος προτρεπομένου τὸν Ὀδυσσέα ἐπὶ τὴν περὶ Τροίαν ἔξοδον, καὶ μὴ θέλων ἀπελθεῖν ὁ Ὀδυσσεὺς καὶ μανίαν προσποιησάμενος καὶ λαβὼν ὄνον καὶ βοῦν, καὶ δῆθεν ἀροτριῶν ἐν μανίας προσποιήσει, ὁ Παλαμήδης ἤλεγξεν ὅτι δὴ οὐ μαίνεται. ἤλεγξε δὲ αὐτὸν Τηλέμαχον τὸν υἱὸν αὐτοῦ προθεὶς πρὸ τοῦ ἀρότρου. εἶτα φθάσας ὁ Ὀδυσσεὺς περὶ τὸ παιδίον, ἐπῆρε τὸ ἄροτρον ἵνα μὴ πλήξῃ τὸ παιδίον, καὶ ἐγνώσθη ὅτι νηφάλιός ἐστιν. ταύτην οὖν τὴν μῆνιν μηνιῶν ὁ Ὀδυσσεὺς ἐν τῇ Τροίᾳ, ποιεῖ πλαστὴν ἐπιστολὴν ἀπὸ Πριάμου ὡς πρὸς τὸν Παλαμήδην περὶ προδοσίας τῶν Ἑλλήνων, καὶ ὑποτίθησιν ἐν τῇ τοῦ Παλαμήδους σκηνῇ. ὕστερον κατηγορίας γενομένης κατὰ Παλαμήδους ὡς προδότου, εὑρέθη ἡ ἐπιστολή· καὶ τέθνηκεν ὑπὸ Ἀγαμέμνονος καὶ πάντων τῶν Ἑλλήνων. 4.63 Ἑξηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν κολοιὸν καὶ τὰ πτερὰ αὐτοῦ. ἔστι δὲ αὕτη μῦθός τις τοιόσδε. Κρίσις ἦν, φησί, περὶ κάλλους ὀρνέων, καὶ ὁ Ζεὺς διαιτητὴς ὑπῆρχε τῆς κρίσεως. ἦν δὲ ὁρισθεῖσα ἡ ἡμέρα ἐν ᾗ ἔδει συναλισθῆναι τὰ ὄρνεα παρὰ τὸν ∆ία. τῇ προτεραίᾳ δὲ τῆς ὁρισθείσης ἡμέρας παρὰ τοὺς ποταμοὺς φοιτήσαντα τὰ ὄρνεα τοῖς νάμασιν ἀπενίζοντο τὰ πτερὰ ἵνα τὸ φυσικὸν ἑκάστῳ διαλάμψῃ κάλλος. ὁ δὲ κολοιὸς (ἔστι δὲ τοῦτο τὸ ὄρνεον εὖ μάλα μικρὸν μὲν τὸ σῶμα, ἀκαλλὲς δὲ τὸ εἶδος) τῶν ἐκπεσόντων παρὰ τοῖς ὕδασι πτερῶν περιθεὶς ἑαυτῷ, ἧκε καὶ αὐτὸς παρὰ τὸν ∆ία, ὡς ληψόμενος τοῦ κάλλους τὸ νικητήριον. ἀνέμου δὲ ὧδε πνεύσαντος καὶ ἀποσκεδάσαντος τὰ ἀλλόφυλα τῶν πτερῶν, γυμνὸς εὑρέθη τοῦ κάλλους· ἔχων δὲ τὴν ἐκ φύσεως αὐτῷ περικειμένην ἀμορφίαν, οὕτω τῆς αἰσχύνης ἀπήλαυσεν. 4.64 Ἑξηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς γραὸς τῆς διασεισθείσης τὸν ὦμον. ἔστι δὲ αὕτη. Γυνή τις καλουμένη ὥς τινες λέγουσι Σίβυλλα, ὡς δὲ ἄλλοι Φιμονόη, ὡς δὲ ἕτεροι Φίλυρα, ἐσείσθη παρά τινος νεανίσκου. ἡ δὲ γυνὴ ὑβριστικώτερον ἠνέχθη πρὸς τὸν νεανίσκον καὶ ὕβρισεν αὐτόν. ἦν δὲ ἡ ὕβρις ἡ λεχθεῖσα ἔμμετρος στίχος· καὶ τῆς ἁρμονίας τοῦ λόγου τῆς γραὸς ἀρεσάσης τοῖς παρισταμένοις, τὸ μέτρον τοῦ στίχου ἔλαβον. καὶ οὕτως ἐτεχνώθη τὰ περὶ τοὺς στίχους. 4.65 Ἑξηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Κύκλωπας. ἔστι δὲ αὕτη. Ἐν τῇ Σικελίᾳ τῇ νήσῳ περὶ τὰ ὀρεινὰ αὐτῆς λέγονται γενέσθαι οἱ Κύκλωπες, ποιμενικὸν μὲν βίον ἐπιτηδεύοντες, ζῶντες δὲ βιαιότερον. λέγονται δὲ οὗτοι ἀνθρωποφάγοι εἶναι καὶ κατεδηδοκέναι τοὺς τοῦ Ὀδυσσέως ἑταίρους. τρεῖς δὲ αὐτῶν λέγονται οἱ ἐξοχώτατοι, Βρόντης,