γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκανθῶν· βού λεται δὲ ἡμᾶς καὶ φιλομαθεῖς ὄντας πολλῶν ἔχειν τὴν ψυχὴν θυγατέρα σοφῶν καὶ ἐν εἰσαγωγαῖς γενέσθαι μαθημάτων πολλῶν, ἃς ἐκάλεσε πύλας· τοσοῦτον, φη σὶν, γνώσεως τοῖς ἐν σοὶ διδασκάλοις περίεστι χάρις, ὡς μὴ μόνον τοὺς παρὰ σοὶ ἀπολαύειν αὐτῶν τῆς παιδεύσεως, ἀλλ' ἤδη καὶ τῆς ἔξωθεν καὶ πόῤῥωθεν τῆς αὐτῶν ἀπολαύειν ὠφελείας. Μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον ∆αμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορ φύραν βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰ σθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανό μενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς ἐν ἔθνεσι δόγμα δοκεῖ· ∆αμασκὸς γὰρ τὰ ἔθνη παρ ίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμ βολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρ μηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησία 17.284 λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ δὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς. Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου; τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσι· διότι ὑψηλόν σου τὸ φρόνημα· καὶ οὐδὲν τῶν γηΐνων ἐπιφε ρόμενον. Ὅτι ταῦτά φησιν ὁ νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· ὡς γὰρ ἡ τῶν στοιχείων εὐκρασία σωμάτων ὑγείαν ἐμποιεῖ, οὕτως ἐκ τῶν ὁρμῶν καὶ ἐκκλίσεων, ὑγεία πως καὶ κάλλος ἐπιγίνεται τῇ ψυχῇ· ὡς δὲ αἰσχρά τίς οὖσα διὰ κακίαν ἡ νύμφη, μετέβαλεν ἐξ ἀρετῆς εἰς ὡραιότητα, οὕτως οὖσα πικρὰ, γέγονεν ἡδίστη τε αὐτῷ καὶ γλυκεῖα· φησὶ τοίνυν, ὡς ἐν ταῖς σωματικαῖς τρυφαῖς ἡ πολυτελὴς εὐωχία περιπόθητος, οὕτω τοῖς τὴν πνευματικὴν τρυφῶσι τρυφὴν, ἡ ἀγάπη· τῆς δὲ σοῦ ἀντωνυμίας κειμένης παρὰ τοῖς ἄλλοις, λέγοι ἂν, τῇ ἀγάπῃ ἐντρυφᾷς πλέον τῶν ἄλλων τοῦ πνεύματος καρπῶν· ὡς πάντα δι' αὐτὴν στέγειν πάντα ὑπομένειν· ὥσπερ δὲ σωμάτων ἐστὶ βραχύτης, καὶ μέγεθος ἑτέρων, οὕτω καὶ ψυχῆς ἀναλόγως οἷς διαπράττεται. Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα. Εἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, καὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν. Ἀπεικασθεῖσα φοίνικι, φοίνικα τὸν νυμφίου καλεῖ, τὸ ὕψος καὶ μέγεθος τοῦ λόγου κατανοήσασα· ἐφ' ἃ καὶ ἤλπισεν ἀνελθεῖν ἐπὶ τέλει τῶν ᾀσμάτων· ὅτε τελεία ἐστὶν ἡ νύμφη· ὅτε καὶ ἀντιλήψεται τῶν τοῦ νυμφίου μασθῶν, δηλούντων τὰ πυκνώματα· διὸ καὶ ἀμπέλου βότρυσιν ἀπεικάζονται· περὶ ἧς εἶπεν ὁ Σωτήρ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τὰ δὲ ἐκ τῶν τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ· τὰ μὲν γὰρ χείλη τὸν λόγον· οἱ δὲ ὀδόν- τες τὴν ἐχεμυθίαν ἐμφαίνουσι· κατὰ τὸ, "6τῷ στόματί σου ποίησον θύραν καὶ μοχλὸν, καὶ τοῖς λόγοις σου μέτρον καὶ σταθμόν·"6 τῶν δὲ τοιούτων οὐ μόνον ἀσφα- λῆ τὰ νοήματα, ἀλλὰ καὶ τὰ χείλη αἰσθήσει δέδεται· οἶνος δὲ ὁ ἀγαθὸς, ὁ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προσφερόμενος. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει, ὡς παρ' ἐμοί. Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλι σθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυ πρισμὸς, ἤνθησαν αἱ ῥόαι. Περὶ τῶν ὑποδεεστέρων ἡ νύμφη παρακαλεῖ· ὡς ἐκ τῶν ἐνδοτάτων καὶ μακαρίων διατριβῶν εἰς τὴν τούτων ἐπισκοπὴν ἐξελθεῖν· οὗτοι γὰρ ἀγρὸς καὶ κῶμαι καὶ ἀμπελῶνες καὶ ῥόαι 17.285 ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώ σουσί με·