170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκειότερον δὲ ἐπὶ τῆς μητρὸς τοῦτο λέγεται, καίτοι καὶ ἀπὸ τοῦ πατρὸς διηκούσης τῆς ἁμαρτίας, ὅτι σπερματικῶς μὲν ἐκ πατρός, ἐντελῶς δὲ ἐκ μητέρων ἐσμὲν ἀποκυούμενοι καὶ διὰ τῶν τοκετῶν εἰς φῶς προϊόντες. 91 Ps 50,8a Ἡμεῖς μέν, φησίν, ἐν ἀνομίαις ἐρριζώθημεν καὶ ἐν ἁμαρτίαις γεννώμεθα, σοὶ δὲ ἀρέσκει τὸ ἀληθῶς καλὸν καὶ μηδαμῶς παρατετραμμένον. πῶς οὖν ἔστιν ἀνθρώπους παρὰ τῷ τοιούτῳ κριτῇ δοξασθῆναι ἀλλ' οὐκ αἰσχύνην ἀπενέγκασθαι κατακρινομένους; 92 Ps 50,8b.9 Ἐκ τῆς προϋπαρξάσης εἰς αὐτὸν χάριτος ἀξιοῖ καὶ τὴν νῦν γενέσθαι φείδω. ταῖς γὰρ ἀρχαῖς ταῖς παρ' ἑαυτοῦ θεὸς ἐπάγει τὰ ἐφεξῆς ἕνεκα τῆς ἰδίας προθέσεως καὶ βεβαιότητος, εἰ καὶ τὰ παρ' ἡμῶν μὴ παντάπασιν ἄξια εἴη, ὥσπερ καὶ τῆς διαθήκης ἕνεκα τῆς πρὸς Ἀβραὰμ οἰκτείρει τὸ ἐξ αὐτοῦ γένος κακούμενον, τῇ ἀρχῇ τὰ ἐφεξῆς ἐπιφέρων καὶ τὸ τῆς ἐπαγγελίας βέβαιον ὑπὲρ τὸ τῆς ἐξουσίας ἴσον φυλάττων. ἐπεὶ τοίνυν σοφίας οἶδεν παρὰ θεοῦ τετυχηκὼς καὶ ταύτῃ τετιμημένος ὡς καὶ τὰ κεκρυμμένα συνιέναι περὶ ὧν ηὔχεται Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου, διὰ τοῦτο χάριτας μὲν ὁμολογεῖ τῇ τῆς σοφίας δωρεᾷ, ἀξιοῖ δὲ τὸν ἐπιγεγονότα ῥύπον ἀφελεῖν αὐτοῦ προστιθέντα, καὶ τοῦτο τῇ χάριτι. 93 Ps 50,10 Ὁ μὲν σωτὴρ τὸν Ἀβραὰμ ἔφη προσδοκῶντά τε τὴν ἡμέραν αὐτοῦ προ ηγαλλιᾶσθαι καὶ παραγενομένης αὐτῆς ἰδεῖν καὶ χαίρειν Ἀβραάμ, λέγων, ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη· ὁ δὲ ∆αυὶδ ἀντὶ τῆς ὄψεως ἀκοὴν λέγει, ἀκούσεσθαι λέγων ἐν ᾅδου τὴν αἰτίαν εὐφροσύνης μεγάλης τὴν τῆς παρουσίας ὑπὸ τοῦ πνεύματος αὐτῷ σημαινομένην καὶ εὐφρανθήσεσθαι μὲν ἐν ᾅδου τῷ πνεύματι, συναγάλλεσθαι δὲ αὐτοῦ καὶ τὰ εἴσω μνημάτων ὀστέα τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ τεταπεινωμένα, συνταφέντος αὐτοῖς τοῦ τῆς ἀναστάσεως αἰτίου σώματος.
94a Ps 70,7 Ἀσθενὲς ἡ ἁμαρτία καὶ ἀσθενείας αἴτιον, ἰσχυρὸν δὲ δικαιοσύνη
καὶ ὁ ταύτης προστάτης θεός· τοιαύτη καὶ ἡ θεοῦ προσδοκία καὶ μάλιστα ἡ διηνεκής· καὶ ὥσπερ ἐκ πρώτης γενέσεως νοουμένης ὡς οὐκ ἂν ὑπῆρξεν ἄνευ θεοῦ, ἀνθισταμένη δὲ πρὸς λυπηρῶν ἐναντιότητα μᾶλλον γυμνάζεται. 95a Ps 70,9 Ἐπείπερ ἐν τῷ νέῳ τῆς ἡλικίας καιρῷ τὴν σὴν βοήθειαν, οὐ τὴν σώματος ῥώμην, ἰσχὺν ὑπέλαβον, διὰ τοῦτό μοι καὶ ληγούσης τῆς νεότητος ἡ ἰσχὺς αὕτη παραμεινάτω καὶ παρελθούσης παντάπασι τῆς ἀνθρωπίνης ἰσχύος τὸ παρὰ σοὶ δυνατὸν παρέστω, οἷόν τι τῷ ∆αυὶδ ὑπῆρξεν αὐτῷ κατὰ τὸ γῆρας. νέῳ μὲν γὰρ ὁ υἱὸς ἐπανέστη, πρεσβύτῃ δὲ οὐδείς· ἀλλ' ἐψυγμένος τε ἤδη ὑπὸ τοῦ γήρως καὶ ἄπρακτος ἐπ' εὐνῆς κείμενος ἦρχε τοῦ Ἰσραὴλ καὶ ἐπέταττε τῷ ἔθνει. [... ἦρχε τοῦ Ἰσραὴλ καὶ καθίστη διάδοχον Σολομῶνα τὸν παρὰ γνώμην αὐτοῦ πειραθέντα βασιλεύειν ἐκβαλὼν Ἀδωνίαν.] 96a Ps 70,10.11 Ἁρμόζοι ἂν εἰς τὸν καιρὸν ταῦτα τὸν τῆς ἐπαναστάσεως Ἀβεσαλὼμ εἰς ὃν κἀκεῖνα εἴρηται διὰ τοῦ Γ ψαλμοῦ· Πολλοὶ λέγουσι τῇ ψυχῇ μου Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. κοινωνίᾳ δὲ τῇ περὶ τοὺς δικαίους καὶ ὁ κύριος πέπονθε τὴν τοιαύτην τῶν ἐχθρῶν ἐπανάστασιν λεγόντων Ῥυσάσθω αὐτὸν ὅτι θέλει αὐτόν, καὶ οἰομένων ἐγκαταλελεῖφθαι τὸν κατὰ βουλὴν πάσχοντα τὴν πατρός. Σφαλήτωσαν οὖν, φησίν, τῆς προαιρέσεως οἱ πονηροί, καὶ κατ' ἐλπίδα τὴν ἐμὴν μὴ καθ' ὑπόληψιν τὴν ἐκείνων ἔχον φαινέσθω τὸ πρᾶγμα. 97A Ps 70,12 Μὴ γάρ μοι γένῃ μακράν, ἀλλ' ἐπίσπευσον τὴν βοήθειαν καὶ μετάβαλε τὸ καύχημα τὸ ἐκείνων εἰς αἰσχύνην, ἵν' ἐπὶ πλεῖον ἐμοὶ τὰ τῆς ἐλπίδος αὔξηται καὶ τὰ τῶν ὕμνων τῶν σῶν. 98a Ps 70,15 Ὁ δὲ Σύμμαχος Οὐκ οἶδα ἐξαριθμῆσαι. ἐπειδὴ γὰρ ὑπέσχετο διηγεῖσθαι τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν εἰς αὐτὸν γεγενημένην σωτηρίαν, μεῖζον δὲ ἢ κατὰ ἄνθρωπον ἡ
12