1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

12

ἡ ἐσχάτη μακαριότης. Ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλο τρίων ἐπιγινώσκωμεν, ἀλλ' αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλ θωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν, τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον καί, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. Ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. Τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; «Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ», ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετά βασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν μεθ' ἣν οὐκ ἔστιν ἑτέρα. Τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσ ταται καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλ' ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵν' οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. Κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ «Ὁ Πατήρ μου μείζων μού ἐστι», καὶ τὸ «Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός». Τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος, κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων τὸ «Πότε ἀποκαθιστανεῖς τὴν βασιλείαν τῷ Ἰσραήλ» φησιν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ και ροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ». Τουτέστιν οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασι λείας ἡ γνῶσις. Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέ θετο τῇ ἰδίᾳ ἐξουσίᾳ, ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομέ νους, ἰδίους δὲ ὧν μὴ μετέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων. Χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. ∆εῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ ∆εσπότου ἡμῶν. Ἰησοῦς γάρ ἐστιν ὁ προσ ευξάμενος· «∆ὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ». Εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος ἑνοῖ τοὺς πάντας καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ. Κἀγὼ μὲν οὕτως ἐπέ βαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν Ἐπιχείρησιν. Εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. Οὐδεὶς γὰρ παρ' ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονει κίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλ' ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας. 8.8 Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κτίζε ται. «Κύριος γάρ, φησίν, ἔκτισέ με». Καὶ ἀρχὴ ὁδῶν εὐαγγε λικῶν ὀνομάζεται ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατ' οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. Τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. Ὡς γὰρ ὁδὸς γέγονε καὶ θύρα καὶ ποιμὴν καὶ ἄγγε λος καὶ πρόβατον καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατ' ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων. Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι' ἡμᾶς ἁμαρτίας γεγενημένου; Γέγραπται γάρ· «Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγή σεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον διὰ σέ; Τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετὴν ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. Οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον. «Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις;» ἡνίκα ἐπὶ ∆αμασκὸν ἔτρεχε τοὺς μαθητὰς