Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
κατεργάζεται, πῶς οὐκ ἀσεβὲς τὸ λέγειν· Ἦν ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστιν εἰπεῖν· Ἦν ὅτε οὐκ ἦν ὁ Θεὸς, ὕστερον ἐπιγενομένου τοῦ πάντων δημιουργοῦ Λόγου· Χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἓν, κατὰ τὴν Ἰωάννου φωνήν. Εἰ δὲ ἀεὶ καὶ κατὰ φύσιν ποιητὴς ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἄρα σὺν αὐτῷ δι' οὗ ποιητὴς ἐφαίνετο, τουτέστιν ὁ Λόγος αὐτοῦ. Ὥσπερ γὰρ ἀχώριστον ἀνθρώπου πᾶν τὸ φύσει προσὸν αὐτῷ· οὕτω καὶ Θεοῦ πᾶν τὸ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ. Ἐν Πατρὶ δὲ καὶ ἐκ Πατρὸς ὁ Λόγος· ἀχώριστος ἄρα καὶ συναΐδιος. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ συναΐδιος, ἀλλ' Ἦν ὅτε οὐκ ἦν, καθ' ὑμᾶς, ἀνάγκη συνομολογεῖν ἀτελῆ ποτε ὑπάρχειν τὴν ἁγίαν Τριάδα. Ἦν γὰρ μονὰς, ὡς εἰκὸς, πρὸ Υἱοῦ. Γέγονε δὲ ὕστερον Τριὰς, ἐπιγενομένου τοῦ λείποντος. Ἐπειδὴ δὲ πᾶν ὅπερ ἂν συμβῇ, καὶ ἀποσυμβῆναι δύναται, δέος μὴ καί τις ἡμᾶς ἀναγκάσῃ λόγος ὁμολογεῖν δύνασθαι τὴν ἁγίαν Τριάδα πρὸς ἑνάδα παλινδρομεῖν. Εἰ δὲ τοῦτο φρονεῖν ἢ λέγειν ἁπάσης ἐστὶ δυσσεβείας ἐπέκεινα, ἦν ἀεὶ μετὰ Πατρὸς τῆς ἁγίας Τριάδος τὸ πλήρωμα. ΑΛΛΟ, τούτῳ ὅμοιον. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον γέννημα τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλ' ἐξ οὐκ ὄντων ἐγένετο, ἀνόμοιος ἔσται πρὸς ἑαυτὴν ἡ ἁγία Τριὰς ἐξ οὐκ ὄντων ἔχουσα τὴν σύστασιν. Καὶ λοιπὸν τὸ κτίσμα τῷ Κτίστῃ συναριθμεῖται, καὶ τὸ ποίημα τῷ ποιητῇ συνδοξάζεται. Εἰ δὲ τοῦτο ἀσεβὲς, μία γὰρ θεότης τῆς ἁγίας Τριάδος, μία δοξολογία, κυριότης ἡ αὐτὴ, οὐκ εὐλόγως εἰς διαφόρους οὐσίας σχίζεται. Πῶς δὲ οὐκ ἄτοπον τοῦ Πατρὸς ὄντος ἀϊδίου, τὸν συγκαθήμενον αὐτῷ καὶ συμβασιλεύοντα Λόγον τολμῆσαι λέγειν οὐκ εἶναι μέν ποτε· ἐπιγεγονέναι δὲ ὕστερον, καὶ πρόσφατον ἡμῖν εἰσφέρεσθαι Θεόν; 75.49 ΑΛΛΟ. Πηγὴ σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός. ∆ιὰ μὲν γὰρ Ἱερεμίου φησίν· Ἐμὲ ἐγκατέλιπονπηγὴν ὕδατος ζῶντος. Καὶ πάλιν· Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριος. Πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς. Γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον. ∆ιὰ δὲ τοῦ Βαρούχ· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας. Οὕτω τοίνυν ὄντος τε καὶ καλουμένου τοῦ Θεοῦ, ἀκόλουθόν ἐστι τῇ πηγῇ τῆς σοφίας συνυπάρχειν τὰ ἐξ αὐτῆς· ἐπεὶ οὐκ ἂν εἴη πηγὴ μηδὲν ἀναβλύζουσα. Οὐκοῦν ἐν τῷ λέγειν· Ἦν ὅτε οὐκ ἦν Υἱὸς, ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, καὶ ἐγὼ ἡ σοφία, κατεσκήνωσα βουλὴν, συνομολογεῖν ἔστι σαφῶς ξηράν ποτε καὶ ἄγονον εἶναι τὴν πηγήν. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἀεὶ γὰρ καρπογόνος ἡ θεία φύσις, καὶ οὐδὲν ἐν αὐτῇ τὸ καινὸν, ἦν ἄρα τῷ Γεννήσαντι συναΐδιος ὁ ἐξ αὐτοῦ γνήσιος Λόγος, ὥσπερ ἀπό τινος πηγῆς τῆς πατρῴας ἀναβλύζων οὐσίας. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ πιθανόν. Ἐπαγγέλλεται ποιήσειν ὁ Θεὸς τοὺς δουλεύοντας αὐτῷ, ὡς πηγὴν ἣν μὴ ἐξέλιπεν ὕδωρ. Οὕτω τε διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· Καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ. Ταῦτα τοῦ Θεοῦ ποιήσειν ἐπ' ἀνθρώπων ὑπισχνουμένου, πῶς οὐ πάσης ἂν εἶεν ἀσεβείας ὑπεύθυνοι, οἱ τὴν θείαν ἐκείνην καὶ ἀκήρατον πηγὴν ξηράν ποτε γεγενῆσθαι λέγοντες· ἵνα καὶ ἀνθρώπων δεύτερος φαίνηται Θεός; Εἰ δὲ τοῦτο ἄτοπον, ἦν ἄρα ἐν τῇ πηγῇ τὸ ὕδωρ τῆς ζωῆς καὶ ἡ ἐξ αὐτῆς σοφία, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Γέγραπται· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ, ἀλλ' εἴ τις τὸν δι' οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι λέγοι, τὸ κωλύον οὐδὲν, καὶ τὸν ἐξ οὗ τὰ πάντα τοῖς αὐτοῖς ὑποβάλλειν συλλογισμοῖς. Εἰ δὲ τοῦτο ἀσεβὲς, οὐδὲ ὁ Υἱὸς ἒν ἔσται τῶν πάντων, δι' οὗ τὰ πάντα γέγονεν, ἀΐδιος οὖν. Ὁ γὰρ ὅλως τὸ εἶναι κτίσμα καὶ ποίημα διαπεφευγὼς, οὐκ ἐν τοῖς πᾶσιν ὢν, ἀλλ' ὑπὲρ πάντα καὶ ἐπὶ πάντων Θεὸς νοηθήσεται. ΑΛΛΑ ἁπλᾶ καὶ ἀπόλυτα. Εἰ φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἀεὶ ἐν αὐτῷ τὸ ἀπαύγασμα αὐτοῦ. Εἰ χαρακτήρ ἐστιν ὁ Υἱὸς τῆς τοῦ Πατρὸς ὑποστάσεως, κατὰ τὴν τοῦ Παύλου φωνὴν, λεγέτωσαν οἱ ἐπ' αὐτοῦ τὸ, Οὐκ ἦν, τολμῶντες φέρειν, πότε χαρακτῆρος χωρὶς ἦν ἡ ὑπόστασις τοῦ Πατρός;